Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
  • αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
  • καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
  • ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
  • ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν
  • ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
  • χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ