Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.
  2. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·
  3. ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
  4. τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
  5. κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,
  6. αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε
  7. Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.