Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,
  • τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
  • Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν
  • λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.
  • ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον
  • μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,
  • ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,