Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
  2. ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς
  3. ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.
  4. τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς
  5. χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
  6. δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
  7. ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ
  8. φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
  9. ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,
  10. ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·
  11. θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.
  12. τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·
  13. μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  14. τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·
  15. καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
  16. τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.
  17. ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
  18. χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα
  19. ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·
  20. αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
  21. Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.
  22. πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·
  23. ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
  24. τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.
  25. τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·
  26. ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,
  27. τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
  28. Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν
  29. λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.
  30. ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον
  31. μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,
  32. ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,
  33. ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.
  34. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·
  35. ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
  36. τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
  37. κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,
  38. αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε
  39. Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.
  40. αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
  41. καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,
  42. αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη
  43. οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
  44. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  45. ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.
  46. πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
  47. ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
  48. υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.
  49. ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης
  50. ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
  51. οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
  52. ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
  53. ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.
  54. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
  55. δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·
  56. ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
  57. ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·
  58. ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,
  59. καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
  60. φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
  61. ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
  62. ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο
  63. ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
  64. καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
  65. ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι
  66. παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
  67. ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε
  68. γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
  69. ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
  70. καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·
  71. ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
  72. καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,
  73. τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
  74. αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες
  75. αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.
  76. ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
  77. οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
  78. οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
  79. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
  80. μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
  81. κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
  82. λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα
  83. πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις
  84. σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας
  85. αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  86. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  87. μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς
  88. Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
  89. μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
  90. καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,
  91. ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
  92. οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,
  93. ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα
  94. ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
  95. τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
  96. μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
  97. καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.
  98. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
  99. Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε
  100. οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
  101. ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα
  102. τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
  103. οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
  104. ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
  105. κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης
  106. ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.
  107. κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,
  108. ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
  109. δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι
  110. νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
  111. μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
  112. παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,
  113. καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.
  114. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  115. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
  116. αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
  117. σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.
  118. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
  119. μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι
  120. εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
  121. πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
  122. σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.
  123. ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,
  124. ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
  125. τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·
  126. υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,
  127. κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν
  128. ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.
  129. καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
  130. τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
  131. ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.
  132. τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο
  133. χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,
  134. οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·
  135. φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·
  136. τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
  137. οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν
  138. κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·
  139. τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
  140. ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.
  141. νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
  142. ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
  143. νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,
  144. ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
  145. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
  146. σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
  147. Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.
  148. ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
  149. σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
  150. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  151. ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  152. Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
  153. καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
  154. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  155. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  156. ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα
  157. ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·
  158. αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
  159. εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.
  160. αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
  161. τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·
  162. λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη
  163. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·
  164. οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
  165. ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
  166. ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
  167. αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
  168. νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
  169. λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.
  170. ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
  171. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  172. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,
  173. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  174. αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  175. αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.
  176. τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  177. ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν
  178. ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ
  179. βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·
  180. τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
  181. αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,
  182. καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
  183. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  184. ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,
  185. ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
  186. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
  187. εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,
  188. ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
  189. οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη
  190. ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
  191. ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
  192. τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
  193. ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,
  194. τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
  195. τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  196. ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·
  197. σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
  198. ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
  199. ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.
  200. οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
  201. κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,
  202. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·
  203. τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
  204. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
  205. εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
  206. ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
  207. ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
  208. νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
  209. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  210. ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις
  211. ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.
  212. καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·
  213. σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
  214. παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων
  215. γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.
  216. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.
  217. τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,
  218. ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.
  219. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
  220. Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
  221. Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  222. Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
  223. οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
  224. ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος
  225. ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
  226. ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
  227. Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν
  228. ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·
  229. τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
  230. κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·
  231. ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,
  232. εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
  233. χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.
  234. ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ
  235. οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
  236. ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
  237. πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
  238. τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
  239. ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.
  240. καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  241. Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
  242. εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·
  243. εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα
  244. ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.
  245. ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
  246. οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
  247. τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς
  248. θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν
  249. οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
  250. τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
  251. Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·
  252. ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην
  253. λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως
  254. ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
  255. ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης
  256. πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
  257. ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
  258. αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
  259. καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
  260. ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
  261. ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν
  262. ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
  263. χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
  264. ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
  265. Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
  266. οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·
  267. τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,
  268. ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
  269. Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
  270. οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,
  271. οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ
  272. μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.
  273. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
  274. τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
  275. Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
  276. ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·
  277. οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
  278. ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
  279. πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
  280. ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·
  281. σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
  282. πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο
  283. Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.
  284. νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
  285. κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων
  286. οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
  287. ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.
  288. τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
  289. Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
  290. ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
  291. ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
  292. ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
  293. ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
  294. ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·
  295. ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
  296. δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
  297. ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
  298. ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
  299. σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
  300. τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·
  301. οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
  302. ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.
  303. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.
  304. λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·
  305. ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ
  306. δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς
  307. πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
  308. μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
  309. ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε
  310. ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
  311. ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
  312. ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
  313. καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
  314. ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.
  315. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  316. τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
  317. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο
  318. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
  319. πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
  320. ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε
  321. μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
  322. καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
  323. πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
  324. αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
  325. πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·
  326. ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
  327. μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.
  328. χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα
  329. εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα
  330. δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
  331. ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.