Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
  • γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.
  • μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
  • ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·
  • ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
  • τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
  • αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,