Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
  • ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
  • ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,
  • ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
  • γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,
  • ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
  • εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·