Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·
- Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
- ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
- ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·
- τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.
- νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ
- θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
- ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται
- ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
- εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
- εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
- ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη
- ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.
- τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
- ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,
- ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
- αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς
- κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
- ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
- ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
- ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,
- οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν
- οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,
- οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν
- ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.
- ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
- καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.
- ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·
- ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
- ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,
- λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·
- τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
- ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,
- αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,
- ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.
- τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
- πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,
- ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.
- τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
- συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.
- σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,
- ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·
- οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.
- ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
- καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
- ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
- ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
- οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
- τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης
- πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
- ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.
- ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
- ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
- δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν
- λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·
- ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
- σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς
- εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
- τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
- τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·
- δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
- ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,
- ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·
- ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
- Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
- ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος
- ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη
- ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
- τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,
- καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
- λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
- ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
- Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,
- Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων
- ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,
- τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν
- εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω
- ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
- ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς
- ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.
- τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς
- χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
- δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
- ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ
- φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
- ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,
- ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·
- θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.
- τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·
- μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
- τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·
- καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
- τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.
- ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
- χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα
- ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·
- αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
- Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.
- πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·
- ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
- τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.
- τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·
- ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,
- τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
- Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν
- λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.
- ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον
- μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,
- ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,
- ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.
- ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·
- ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
- τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
- κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,
- αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε
- Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.
- αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
- καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,
- αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη
- οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.
- πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
- ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
- υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.
- ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης
- ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
- οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
- ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
- ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.
- δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
- δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·
- ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
- ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·
- ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,
- καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
- φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
- ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
- ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο
- ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
- καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
- ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι
- παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
- ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε
- γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
- ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
- καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·
- ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
- καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,
- τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
- αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες
- αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.
- ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
- οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
- οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
- μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
- κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
- λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα
- πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις
- σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας
- αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς
- Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
- μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
- καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,
- ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
- οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,
- ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα
- ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
- τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
- μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
- καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.
- ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
- Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε
- οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
- ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα
- τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
- οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
- ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
- κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης
- ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.
- κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,
- ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
- δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι
- νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
- μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
- παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,
- καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.
- τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
- ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
- αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
- σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.
- ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
- μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι
- εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
- πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
- σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.
- ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,
- ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
- τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·
- υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,
- κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν
- ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.
- καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
- τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
- ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.
- τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο
- χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,
- οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·
- φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·
- τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
- οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν
- κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·
- τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
- ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.
- νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
- ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
- νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,
- ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
- ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
- σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
- Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.
- ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
- σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
- μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
- ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
- Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
- καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
- οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα
- ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·
- αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
- εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.
- αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
- τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·
- λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη
- ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·
- οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
- ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
- ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
- αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
- νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
- λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.
- ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
- δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
- πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,
- χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
- αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
- αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.
- τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν
- ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ
- βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·
- τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
- αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,
- καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
- ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,
- ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
- εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,
- ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
- οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη
- ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
- ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
- τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
- ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,
- τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
- τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
- ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·
- σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
- ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
- ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.
- οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
- κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,
- αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·
- τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
- ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
- εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
- ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
- ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
- νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
- ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις
- ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.
- καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·
- σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
- παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων
- γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.
- ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.
- τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,
- ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.
- ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
- Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
- Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
- Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
- οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
- ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος
- ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
- ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
- Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν
- ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·
- τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
- κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·
- ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,
- εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
- χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.
- ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ
- οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
- ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
- πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
- τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
- ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.
- καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
- Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
- εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·
- εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα
- ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.
- ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
- οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
- τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς
- θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν
- οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
- τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
- Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·
- ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην
- λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως
- ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
- ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης
- πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
- ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
- αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
- καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
- ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
- ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν
- ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
- χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
- ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
- Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
- οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·
- τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,
- ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
- Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
- οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,
- οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ
- μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.
- ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
- τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
- Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
- ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·
- οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
- ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
- πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
- ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·
- σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
- πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο
- Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.
- νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
- κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων
- οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
- ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.
- τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
- Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
- ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
- ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
- ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
- ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
- ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·
- ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
- δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
- ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
- ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
- σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
- τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·
- οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
- ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.
- ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.
- λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·
- ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ
- δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς
- πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
- μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
- ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε
- ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
- ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
- ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
- καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
- ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
- αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο
- πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
- πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
- ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε
- μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
- καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
- πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
- αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
- πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·
- ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
- μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.
- χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα
- εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα
- δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
- ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.