Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
  2. ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,
  3. τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
  4. δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες
  5. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  6. σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
  7. ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.