Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
  2. φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
  3. δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
  4. τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
  5. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς
  6. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
  7. μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.