Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·
  2. οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω
  3. ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,
  4. ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
  5. λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,
  6. δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
  7. οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
  8. κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι
  9. ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
  10. νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
  11. μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
  12. τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,
  13. ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
  14. αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
  15. οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
  16. οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,
  17. ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
  18. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  19. αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
  20. ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.
  21. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα
  22. κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·
  23. ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
  24. δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
  25. λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
  26. δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.
  27. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
  28. αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
  29. κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
  30. ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·
  31. ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ
  32. ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;
  33. πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
  34. ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
  35. υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.
  36. εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
  37. ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,
  38. οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν
  39. ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ
  40. γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,
  41. ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
  42. ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
  43. ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο
  44. παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
  45. ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
  46. ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.
  47. τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·
  48. μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ
  49. ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
  50. εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,
  51. ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
  52. ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
  53. νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
  54. εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα
  55. τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
  56. βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
  57. ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
  58. ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·
  59. ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
  60. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  61. τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.
  62. χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
  63. ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
  64. ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες
  65. ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ
  66. φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ
  67. λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας
  68. αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·
  69. ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
  70. οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;
  71. ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε
  72. παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
  73. ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
  74. κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε
  75. πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
  76. ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.
  77. ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω
  78. σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα
  79. νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον
  80. Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
  81. Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·
  82. ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·
  83. σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες
  84. Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
  85. ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
  86. Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,
  87. Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
  88. Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει
  89. ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
  90. τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται
  91. ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
  92. ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
  93. οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
  94. ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
  95. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
  96. ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
  97. καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,
  98. κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
  99. πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
  100. ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
  101. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
  102. πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
  103. τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα
  104. ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.
  105. ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης
  106. νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,
  107. ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
  108. τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
  109. ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
  110. αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
  111. τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
  112. κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·
  113. ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ
  114. οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
  115. χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·
  116. στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  117. τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι
  118. ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς
  119. ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
  120. ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι
  121. Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
  122. αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
  123. φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
  124. δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
  125. τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
  126. εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
  127. οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην
  128. νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
  129. τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·
  130. ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.
  131. ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.
  132. ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς
  133. χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
  134. χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.
  135. νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·
  136. εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
  137. οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·
  138. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
  139. δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,
  140. πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
  141. φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
  142. δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
  143. τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
  144. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς
  145. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
  146. μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.
  147. ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
  148. ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,
  149. τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
  150. δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες
  151. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  152. σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
  153. ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  154. πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
  155. τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν
  156. ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
  157. καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο
  158. πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
  159. οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,
  160. οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
  161. παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν
  162. ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,
  163. αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
  164. Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
  165. ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,
  166. βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
  167. ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ
  168. τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.
  169. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
  170. αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα