Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
  2. ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
  3. ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
  4. κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
  5. ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα
  6. Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
  7. ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
  8. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
  9. τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
  10. ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε
  11. ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς
  12. δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς
  13. φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.
  14. ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  15. Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
  16. τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
  17. αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν
  18. ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων
  19. πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων
  20. καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε
  21. χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
  22. ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
  23. τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
  24. κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
  25. ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ
  26. οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,
  27. ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
  28. καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
  29. ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
  30. τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
  31. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
  32. καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
  33. σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν
  34. Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;
  35. τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
  36. ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
  37. καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
  38. ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
  39. ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,
  40. ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
  41. γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,
  42. ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
  43. εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
  44. ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
  45. γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.
  46. μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
  47. ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·
  48. ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
  49. τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
  50. αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
  51. ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο
  52. ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.
  53. μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·
  54. κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
  55. τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·
  56. εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
  57. εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
  58. Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·
  59. αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
  60. θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
  61. Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.
  62. πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι
  63. δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.
  64. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  65. Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·
  66. οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ
  67. φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·
  68. ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
  69. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
  70. λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
  71. ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,
  72. λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ
  73. μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
  74. ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
  75. ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς
  76. δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.
  77. ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
  78. μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
  79. ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
  80. ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
  81. ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
  82. ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.
  83. εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  84. εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς
  85. κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
  86. φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
  87. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  88. ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
  89. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
  90. τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ
  91. μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
  92. εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
  93. ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων
  94. κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
  95. βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
  96. ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
  97. ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
  98. εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες
  99. εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
  100. ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.
  101. Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
  102. καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.
  103. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  104. ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,
  105. πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·
  106. ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.
  107. ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
  108. Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·
  109. κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·
  110. αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω
  111. αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
  112. αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·
  113. σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
  114. ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
  115. Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,
  116. αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.
  117. αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω
  118. λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
  119. δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.
  120. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,
  121. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,
  122. ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε
  123. εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  124. ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·
  125. τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
  126. ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,
  127. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  128. τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
  129. σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
  130. οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
  131. μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη
  132. ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
  133. ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·
  134. σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων
  135. ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
  136. Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.
  137. ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.
  138. τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  139. τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
  140. εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.
  141. ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
  142. πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.
  143. Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·
  144. βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο
  145. ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω
  146. λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
  147. δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
  148. οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
  149. κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι
  150. ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
  151. νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
  152. μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·
  153. τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,
  154. ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
  155. αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
  156. οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
  157. οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,
  158. ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
  159. ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
  160. ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.
  161. παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
  162. δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς
  163. ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ
  164. κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος
  165. τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
  166. θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο
  167. τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
  168. χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
  169. στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα
  170. τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·