Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
  2. αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
  3. ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ
  4. κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
  5. ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
  6. Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
  7. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
  8. κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
  9. θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·
  10. ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
  11. ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
  12. τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  13. Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
  14. ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·
  15. ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
  16. ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
  17. εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.
  18. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  19. δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως
  20. Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.