Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.
  2. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
  3. ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
  4. κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
  5. Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν
  6. ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι
  7. ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
  8. ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·
  9. αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·
  10. ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
  11. ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
  12. μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.
  13. σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
  14. τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
  15. αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
  16. ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
  17. ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·
  18. τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
  19. ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ
  20. πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις