Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
  2. θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν
  3. τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
  4. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  5. ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
  6. τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
  7. ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.
  8. ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,
  9. ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
  10. τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
  11. καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·
  12. τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·
  13. καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
  14. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
  15. ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.
  16. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
  17. ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
  18. δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.
  19. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  20. τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.