Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  2. ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
  3. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
  4. ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·
  5. ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
  6. μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.
  7. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  8. Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον
  9. μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  10. εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν
  11. ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
  12. Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,
  13. οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·
  14. ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ
  15. ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
  16. ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
  17. τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·
  18. Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
  19. ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
  20. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.