Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
  2. ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.
  3. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
  4. ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
  5. φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα
  6. αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
  7. τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
  8. Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·
  9. αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
  10. πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω
  11. θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
  12. καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,
  13. εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
  14. ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
  15. τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
  16. οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
  17. οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
  18. οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων
  19. Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,
  20. δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·
  21. ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,
  22. ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι
  23. ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.
  24. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
  25. ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
  26. θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε
  27. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  28. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
  29. πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη
  30. ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.
  31. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
  32. Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
  33. ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.
  34. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
  35. Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
  36. νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·
  37. ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
  38. καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
  39. Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;
  40. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  41. οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
  42. ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
  43. αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
  44. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
  45. ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
  46. στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
  47. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  48. μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα
  49. στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
  50. ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
  51. ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·
  52. τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
  53. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
  54. ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
  55. Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·
  56. Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·
  57. στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·
  58. μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
  59. ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
  60. κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
  61. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
  62. ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
  63. τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω
  64. Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
  65. μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
  66. δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ
  67. ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
  68. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
  69. Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
  70. ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
  71. ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
  72. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
  73. μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.
  74. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
  75. ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.
  76. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  77. μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
  78. Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
  79. ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
  80. πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·
  81. ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
  82. τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
  83. ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,
  84. ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
  85. λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
  86. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  87. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  88. οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
  89. ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
  90. ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ
  91. ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
  92. ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
  93. νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε
  94. Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
  95. ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
  96. εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·
  97. ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,
  98. αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
  99. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
  100. εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
  101. Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει
  102. Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
  103. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·
  104. Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν
  105. ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
  106. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,
  107. οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·
  108. ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ
  109. λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
  110. ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
  111. Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.
  112. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  113. Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
  114. δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
  115. δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,
  116. ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,
  117. ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.
  118. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας
  119. χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
  120. καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,
  121. εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
  122. μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
  123. Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
  124. καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
  125. ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
  126. ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
  127. ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
  128. ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.
  129. ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
  130. μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι
  131. ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
  132. αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
  133. ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
  134. ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ
  135. γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
  136. ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
  137. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς
  138. ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
  139. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
  140. κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν
  141. ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,
  142. δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
  143. καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.
  144. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
  145. κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·
  146. ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.
  147. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
  148. ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·
  149. τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
  150. οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
  151. χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·
  152. τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
  153. λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
  154. ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ
  155. ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
  156. εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
  157. τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.
  158. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
  159. λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·
  160. βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
  161. ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.
  162. υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
  163. ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
  164. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
  165. στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·
  166. λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
  167. ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
  168. δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
  169. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
  170. καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,