Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ
  2. οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
  3. Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
  4. οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
  5. οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
  6. προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
  7. ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
  8. οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
  9. ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
  10. στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
  11. ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον
  12. Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
  13. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  14. ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
  15. ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
  16. ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
  17. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  18. Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
  19. γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
  20. νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
  21. ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
  22. τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
  23. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  24. ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
  25. λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,
  26. αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
  27. ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
  28. νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
  29. ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
  30. νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
  31. νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
  32. ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
  33. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  34. τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  35. οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
  36. τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
  37. μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
  38. στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
  39. ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
  40. μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
  41. οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
  42. δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
  43. ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
  44. νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
  45. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  46. Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
  47. ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
  48. οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
  49. ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
  50. ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
  51. ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
  52. αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
  53. παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
  54. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
  55. οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
  56. ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
  57. κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
  58. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
  59. καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
  60. ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
  61. ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
  62. ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
  63. Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
  64. ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
  65. ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
  66. ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
  67. ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
  68. οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
  69. ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
  70. εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι
  71. χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
  72. καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
  73. σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
  74. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  75. καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
  76. τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
  77. ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
  78. στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
  79. Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
  80. ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
  81. Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  82. ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
  83. Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
  84. ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
  85. νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,
  86. οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
  87. Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
  88. πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
  89. μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
  90. ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
  91. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
  92. τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
  93. οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
  94. ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
  95. ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
  96. ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
  97. ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
  98. ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
  99. καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
  100. τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
  101. χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
  102. οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
  103. ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
  104. ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
  105. πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
  106. εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
  107. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
  108. καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
  109. φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι
  110. λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
  111. τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
  112. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
  113. οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
  114. ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
  115. ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
  116. Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων
  117. σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
  118. νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων
  119. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
  120. ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ
  121. ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
  122. τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
  123. λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
  124. μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
  125. ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
  126. δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
  127. σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  128. Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  129. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
  130. μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
  131. αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
  132. ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
  133. ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
  134. οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα
  135. στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
  136. οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
  137. Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ
  138. ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
  139. ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
  140. τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
  141. ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον
  142. πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
  143. φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
  144. ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
  145. ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
  146. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
  147. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
  148. ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
  149. τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
  150. τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
  151. Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
  152. ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
  153. καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
  154. αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
  155. οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
  156. Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
  157. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  158. ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
  159. Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
  160. ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
  161. τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
  162. στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
  163. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  164. ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
  165. ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,
  166. εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
  167. ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
  168. ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
  169. ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
  170. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  171. κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
  172. Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
  173. ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
  174. εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
  175. αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
  176. νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
  177. νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
  178. ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
  179. ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
  180. ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
  181. ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
  182. ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
  183. ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
  184. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
  185. μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  186. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
  187. κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι
  188. κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
  189. δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
  190. ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
  191. τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
  192. τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
  193. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
  194. κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
  195. τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
  196. Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
  197. λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
  198. ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
  199. πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
  200. ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
  201. σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
  202. ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
  203. λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
  204. ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
  205. γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
  206. Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
  207. Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
  208. τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
  209. τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
  210. ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
  211. Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·
  212. τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
  213. μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.
  214. ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
  215. Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
  216. τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
  217. σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
  218. εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ
  219. Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
  220. δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
  221. ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
  222. ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο
  223. Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
  224. ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
  225. ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
  226. δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
  227. κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
  228. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
  229. Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
  230. νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
  231. χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
  232. κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
  233. τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
  234. ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
  235. δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.
  236. αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ
  237. στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
  238. πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
  239. αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς
  240. δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
  241. μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
  242. καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
  243. ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
  244. ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
  245. ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
  246. παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
  247. αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
  248. ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
  249. ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
  250. ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  251. τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
  252. ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
  253. τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
  254. ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
  255. κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
  256. ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ
  257. ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
  258. ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
  259. αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
  260. ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
  261. ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
  262. Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
  263. ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
  264. αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  265. ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν
  266. δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
  267. νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
  268. ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
  269. χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
  270. ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
  271. ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
  272. ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
  273. αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
  274. ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
  275. ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
  276. πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
  277. δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
  278. ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
  279. τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
  280. χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
  281. τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
  282. χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
  283. ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
  284. δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
  285. Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
  286. μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
  287. αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
  288. εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
  289. εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
  290. νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
  291. Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
  292. οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
  293. νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
  294. αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
  295. γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται
  296. λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
  297. ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
  298. οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
  299. ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
  300. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
  1. ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ
  2. ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
  3. οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
  4. Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
  5. ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
  6. Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
  7. μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
  8. ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
  9. Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  10. αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
  11. ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
  12. ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
  13. οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
  14. μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
  15. δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
  16. δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
  17. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
  18. χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
  19. χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
  20. πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
  21. Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
  22. δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
  23. Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
  24. ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
  25. πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
  26. ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος
  27. χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,
  28. κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
  29. μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
  30. πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
  31. σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·
  32. πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
  33. εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
  34. πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
  35. αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
  36. εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
  37. σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
  38. οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
  39. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
  40. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
  41. Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
  42. αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
  43. οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
  44. οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
  45. πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
  46. κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε
  47. ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
  48. ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
  49. ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  50. ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς
  51. νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
  52. ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
  53. θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.
  54. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
  55. ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
  56. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  57. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  58. οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
  59. Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
  60. κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
  61. ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
  62. εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
  63. νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα
  64. Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
  65. ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
  66. πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα
  67. καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·
  68. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  69. εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
  70. οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
  71. θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
  72. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
  73. οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
  74. ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
  75. καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις
  76. νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
  77. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
  78. βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ
  79. ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
  80. καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  81. τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
  82. ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
  83. μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,
  84. ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
  85. εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
  86. ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,
  87. ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
  88. νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
  89. ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
  90. ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
  91. ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
  92. χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
  93. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  94. τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας
  95. καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
  96. πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
  97. ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
  98. ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
  99. ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
  100. οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
  101. ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
  102. χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  103. ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
  104. ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
  105. παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
  106. ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
  107. καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
  108. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·
  109. μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
  110. ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
  111. οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
  112. πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει
  113. Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
  114. οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
  115. σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
  116. πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·
  117. ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
  118. αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
  119. τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
  120. πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
  121. ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
  122. ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
  123. πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
  124. Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
  125. κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς
  126. φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
  127. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
  128. ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
  129. αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
  130. χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον
  131. ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
  132. ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
  133. πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
  134. μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
  135. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
  136. κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
  137. ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
  138. οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς
  139. κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
  140. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
  141. στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
  142. τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
  143. ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
  144. Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
  145. κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
  146. σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,
  147. πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν
  148. ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
  149. ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
  150. νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
  151. Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
  152. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
  153. θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  154. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
  155. εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·
  156. Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
  157. πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
  158. νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
  159. ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα
  160. κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.
  161. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  162. αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
  163. κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,
  164. ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
  165. ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
  166. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
  167. πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων
  168. δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
  169. ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.
  170. ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
  171. πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους
  172. ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
  173. ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,
  174. καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
  175. δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
  176. χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·
  177. ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
  178. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
  179. χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
  180. πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
  181. δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
  182. τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι
  183. δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
  184. ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,
  185. ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
  186. ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
  187. ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
  188. τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
  189. οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα
  190. ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο
  191. σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
  192. οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·
  193. ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
  194. στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι
  195. Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·
  196. πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
  197. ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
  198. ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις
  199. ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.
  200. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
  201. εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη
  202. βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι
  203. πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
  204. ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
  205. οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα
  206. Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας
  207. ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
  208. ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
  209. ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,
  210. ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται
  211. Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.
  212. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο
  213. ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
  214. αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα
  215. πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,
  216. ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.
  217. παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον
  218. φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
  219. χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
  220. οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
  221. ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.
  222. ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
  223. νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
  224. ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
  225. ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.
  226. ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
  227. ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
  228. τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
  229. οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
  230. Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.
  231. Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
  232. κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·
  233. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·
  234. τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,
  235. ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·
  236. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
  237. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ
  238. πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
  239. ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
  240. εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·
  241. ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν
  242. ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
  243. καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
  244. θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.
  245. τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
  246. ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ
  247. εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο
  248. δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.
  249. ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
  250. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ