Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
  2. λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
  3. ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
  4. τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·
  5. νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
  6. ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
  7. ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
  8. ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
  9. στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
  10. χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
  11. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
  12. Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
  13. τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
  14. Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
  15. ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
  16. ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
  17. αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
  18. μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
  19. πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
  20. Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
  21. ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
  22. τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
  23. αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
  24. ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,
  25. πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
  26. πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
  27. πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
  28. εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
  29. οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον
  30. χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
  31. ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
  32. φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
  33. σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
  34. ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
  35. ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
  36. ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
  37. ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
  38. φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
  39. ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
  40. φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
  41. οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
  42. κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
  43. εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
  44. μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ
  45. ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
  46. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
  47. ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
  48. ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
  49. μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
  50. πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο
  51. ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
  52. Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ
  53. μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
  54. αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
  55. ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
  56. Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
  57. ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
  58. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
  59. εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
  60. ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
  61. φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
  62. δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
  63. μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
  64. μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ
  65. φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
  66. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
  67. πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
  68. πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·
  69. πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.
  70. ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν
  71. αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
  72. ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς
  73. κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
  74. καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
  75. καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
  76. τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
  77. τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
  78. οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
  79. πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
  80. καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  81. Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,
  82. οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
  83. λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
  84. ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
  85. φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
  86. ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
  87. κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
  88. πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
  89. ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·
  90. οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ
  91. Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην
  92. πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  93. Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
  94. ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
  95. ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
  96. ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
  97. παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,
  98. μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
  99. μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
  100. καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
  101. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
  102. αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
  103. Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
  104. ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
  105. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
  106. ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
  107. αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
  108. παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
  109. ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
  110. ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
  111. σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,
  112. ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
  113. ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
  114. γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
  115. ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
  116. ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
  117. χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
  118. τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
  119. θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  120. ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας
  121. οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
  122. ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
  123. τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
  124. ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν
  125. σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
  126. τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
  127. ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
  128. κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
  129. τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
  130. τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
  131. ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
  132. τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
  133. καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
  134. νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
  135. εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
  136. οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
  137. ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
  138. κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
  139. ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
  140. τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
  141. πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
  142. τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
  143. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  144. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
  145. καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
  146. δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
  147. ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
  148. καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
  149. ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  150. τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  151. ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
  152. τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
  153. εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
  154. ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
  155. ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
  156. τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
  157. Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
  158. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
  159. αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
  160. Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
  161. ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
  162. ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
  163. ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
  164. καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
  165. νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
  166. μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
  167. μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
  168. πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
  169. μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
  170. ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
  171. εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
  172. Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
  173. Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
  174. ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
  175. ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
  176. Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
  177. σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
  178. δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
  179. στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
  180. νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
  181. μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
  182. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
  183. πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
  184. πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
  185. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
  186. ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
  187. ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
  188. δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
  189. ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
  190. ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
  191. παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.
  192. ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
  193. πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
  194. τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
  195. Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
  196. φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
  197. πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
  198. νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
  199. μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
  200. εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
  201. ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
  202. ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
  203. ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
  204. νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
  205. πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
  206. στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
  207. τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
  208. Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
  209. ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν
  210. ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
  211. εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
  212. ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
  213. ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
  214. σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
  215. αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
  216. ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
  217. δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
  218. ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
  219. χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
  220. ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
  221. Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
  222. Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
  223. πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
  224. ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν
  225. εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
  226. ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
  227. πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
  228. ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
  229. ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
  230. δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
  231. ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
  232. εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
  233. τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
  234. μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
  235. τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
  236. σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
  237. ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
  238. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  239. αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
  240. μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
  241. μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
  242. οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
  243. οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
  244. κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς
  245. Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
  246. ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
  247. ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
  248. πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,
  249. ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
  250. ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
  251. ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ
  252. Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
  253. γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
  254. ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
  255. πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ
  256. ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
  257. ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
  258. αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
  259. αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
  260. δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
  261. ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
  262. αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
  263. ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
  264. οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
  265. δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
  266. φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
  267. αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
  268. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
  269. εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
  270. φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
  271. ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
  272. ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
  273. φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
  274. αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
  275. ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
  276. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  277. ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
  278. φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
  279. αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
  280. εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
  281. Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ
  282. φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι
  283. Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
  284. ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
  285. ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
  286. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  287. μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
  288. καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
  289. οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
  290. λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
  291. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
  292. καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
  293. ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι
  294. ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
  295. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
  296. ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
  297. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
  298. ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
  299. ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
  300. εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
  301. ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
  302. ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
  303. ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
  304. οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
  305. ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,
  306. ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
  307. ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
  308. ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
  309. νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
  310. ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
  311. οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
  312. Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις
  313. ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
  314. ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
  315. καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
  316. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
  317. σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
  318. βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
  319. Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο
  320. δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
  321. ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
  322. ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
  323. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
  324. αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
  325. ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
  326. εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
  327. τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
  328. τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων
  329. ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
  330. τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
  331. ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
  332. οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
  333. μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
  334. ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο
  335. ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.
  1. ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
  2. ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν
  3. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
  4. τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
  5. Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
  6. Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
  7. αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
  8. τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
  9. αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
  10. ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
  11. ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
  12. οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
  13. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
  14. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  15. ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
  16. ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ
  17. γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
  18. νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
  19. ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
  20. ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
  21. ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
  22. σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
  23. ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
  24. ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
  25. τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
  26. παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
  27. ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
  28. φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
  29. ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
  30. λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
  31. καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
  32. ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
  33. ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
  34. ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
  35. λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων
  36. ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
  37. τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
  38. Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
  39. οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
  40. Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
  41. σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
  42. ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
  43. κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
  44. ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
  45. κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
  46. καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
  47. οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
  48. τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
  49. ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα
  50. χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·
  51. πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
  52. εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
  53. ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·
  54. λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
  55. ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
  56. ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
  57. Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
  58. Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
  59. πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον
  60. δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
  61. αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα
  62. υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
  63. καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
  64. βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
  65. ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
  66. αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
  67. ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ
  68. τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
  69. οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
  70. οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
  71. κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν
  72. ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
  73. κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
  74. ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
  75. αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
  76. τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
  77. ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ
  78. τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
  79. μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
  80. κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
  81. καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·
  82. Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον
  83. αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
  84. τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
  85. τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
  86. σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε
  87. κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
  88. οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
  89. Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
  90. ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
  91. πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,
  92. ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
  93. ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
  94. βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,
  95. σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
  96. ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
  97. πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
  98. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  99. ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
  100. Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
  101. ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
  102. νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
  103. ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
  104. νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
  105. αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  106. μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
  107. Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
  108. ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη
  109. ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
  110. ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
  111. εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
  112. καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
  113. αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
  114. καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,
  115. πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
  116. ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,
  117. δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς
  118. ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
  119. Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
  120. μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι
  121. κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
  122. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  123. μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει
  124. οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
  125. αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
  126. οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης
  127. τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
  128. παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
  129. βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
  130. εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
  131. ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
  132. ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
  133. σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
  134. δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
  135. ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
  136. Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  137. αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
  138. Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
  139. ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
  140. ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
  141. ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς
  142. ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
  143. ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ
  144. τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
  145. οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
  146. τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,
  147. κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
  148. δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
  149. ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
  150. γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
  151. ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
  152. ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
  153. ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
  154. καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
  155. πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
  156. τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
  157. τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
  158. πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
  159. καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
  160. ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
  161. ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
  162. ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
  163. ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
  164. ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
  165. ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
  166. καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
  167. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  168. ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
  169. ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ
  170. Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν
  171. Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε
  172. ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
  173. ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
  174. ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
  175. ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
  176. Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
  177. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  178. ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
  179. ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
  180. ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
  181. ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
  182. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  183. θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
  184. πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
  185. ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.
  186. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
  187. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  188. Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
  189. ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
  190. ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
  191. τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
  192. ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
  193. ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
  194. ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων
  195. ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
  196. εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
  197. τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
  198. πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
  199. ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
  200. οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·
  201. ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
  202. πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
  203. εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων
  204. ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
  205. λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
  206. οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
  207. μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
  208. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
  209. καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
  210. ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
  211. τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
  212. ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
  213. ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
  214. Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
  215. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·