Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
  2. ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
  3. τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω
  4. δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
  5. κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
  6. τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
  7. καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
  8. ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
  9. αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
  10. ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
  11. οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
  12. θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει
  13. ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
  14. φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
  15. ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
  16. οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
  17. ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
  18. ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
  19. ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
  20. τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
  21. οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
  22. ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
  23. ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
  24. δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
  25. τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
  26. Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
  27. υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος
  28. γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
  29. πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
  30. τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο
  31. ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
  32. Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
  33. τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
  34. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  35. τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  36. τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
  37. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
  38. τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
  39. Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
  40. εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης
  41. Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
  42. ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
  43. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
  44. Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
  45. ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι
  46. γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.
  47. ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς
  48. Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς
  49. ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
  50. καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
  51. ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
  52. τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
  53. δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ
  54. γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
  55. δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
  56. Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
  57. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,
  58. μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.
  59. Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  60. ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος
  61. οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
  62. τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
  63. τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ
  64. ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
  65. ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
  66. γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι
  67. χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
  68. ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας
  69. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  70. κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
  71. παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
  72. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
  73. αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
  74. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
  75. Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.
  76. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
  77. κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
  78. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
  79. χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
  80. τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
  81. οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
  82. ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
  83. καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
  84. ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
  85. δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.
  86. ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
  87. τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
  88. κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
  89. τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
  90. δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
  91. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
  92. οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
  93. ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
  94. χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
  95. ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
  96. Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
  97. καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
  98. εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
  99. ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·
  100. ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις
  101. ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
  102. εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
  103. ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
  104. πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
  105. οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
  106. στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
  107. ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
  108. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  109. ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
  110. Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
  111. πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
  112. ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.
  113. ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
  114. καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
  115. ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
  116. εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε
  117. Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
  118. δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
  119. ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
  120. κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,
  121. πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
  122. πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς
  123. τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
  124. χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
  125. κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
  126. δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
  127. ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
  128. εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν
  129. εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα
  130. κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
  131. ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
  132. εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας
  133. ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
  134. δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ
  135. ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
  136. δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
  137. Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,
  138. αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,
  139. ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
  140. τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
  141. σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
  142. φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
  143. ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
  144. ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
  145. χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
  146. τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
  147. ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει
  148. χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
  149. ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
  150. καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
  151. ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
  152. στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
  153. ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  154. τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
  155. πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
  156. θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα
  157. λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.
  158. Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  159. Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
  160. ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.
  161. ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
  162. ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
  163. ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
  164. λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
  165. ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
  166. τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·
  167. νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
  168. ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
  169. ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
  170. ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
  171. στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
  172. χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
  173. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
  174. Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
  175. τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
  176. Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
  177. ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
  178. ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
  179. αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
  180. μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
  181. πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
  182. Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
  183. ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
  184. τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
  185. αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
  186. ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,
  187. πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
  188. πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
  189. πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
  190. εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
  191. οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον
  192. χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
  193. ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
  194. φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
  195. σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
  196. ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
  197. ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
  198. ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
  199. ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
  200. φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
  201. ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
  202. φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
  203. οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
  204. κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
  205. εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
  206. μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ
  207. ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
  208. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
  209. ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
  210. ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
  211. μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
  212. πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο
  213. ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
  214. Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ
  215. μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
  216. αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
  217. ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
  218. Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
  219. ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
  220. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
  221. εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
  222. ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
  223. φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
  224. δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
  225. μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
  226. μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ
  227. φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
  228. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
  229. πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
  230. πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·
  231. πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.
  232. ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν
  233. αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
  234. ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς
  235. κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
  236. καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
  237. καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
  238. τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
  239. τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
  240. οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
  241. πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
  242. καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  243. Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,
  244. οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
  245. λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
  246. ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
  247. φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
  248. ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
  249. κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
  250. πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
  251. ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·
  252. οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ
  253. Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην
  254. πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  255. Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
  256. ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
  257. ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
  258. ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
  259. παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,
  260. μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
  261. μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
  262. καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
  263. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
  264. αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
  265. Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
  266. ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
  267. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
  268. ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
  269. αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
  270. παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
  271. ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
  272. ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
  273. σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,
  274. ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
  275. ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
  276. γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
  277. ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
  278. ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
  279. χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
  280. τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
  281. θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  282. ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας
  283. οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
  284. ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
  285. τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
  286. ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν
  287. σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
  288. τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
  289. ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
  290. κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
  291. τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
  292. τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
  293. ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
  294. τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
  295. καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
  296. νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
  297. εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
  298. οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
  299. ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
  300. κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
  301. ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
  302. τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
  303. πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
  304. τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
  305. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  306. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
  307. καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
  308. δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.
  309. ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
  310. καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
  311. ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  312. τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  313. ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
  314. τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
  315. εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
  316. ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
  317. ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
  318. τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
  319. Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
  320. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
  321. αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
  322. Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
  323. ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
  324. ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
  325. ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
  326. καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
  327. νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
  328. μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
  329. μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
  330. πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
  331. μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
  332. ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
  333. εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
  334. Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
  335. Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
  336. ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
  337. ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
  338. Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
  339. σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
  340. δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
  341. στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
  342. νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
  343. μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
  344. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
  345. πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
  346. πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
  347. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
  348. ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
  349. ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
  350. δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
  351. ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
  352. ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
  353. παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.
  354. ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
  355. πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
  356. τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
  357. Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
  358. φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
  359. πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
  360. νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
  361. μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
  362. εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
  363. ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
  364. ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
  365. ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
  366. νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
  367. πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
  368. στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
  369. τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
  370. Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
  371. ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν
  372. ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
  373. εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
  374. ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
  375. ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
  376. σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
  377. αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
  378. ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
  379. δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
  380. ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
  381. χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
  382. ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
  383. Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
  384. Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
  385. πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
  386. ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν
  387. εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
  388. ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
  389. πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
  390. ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
  391. ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
  392. δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
  393. ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
  394. εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
  395. τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
  396. μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
  397. τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
  398. σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
  399. ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
  400. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  401. αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
  402. μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
  403. μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
  404. οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
  405. οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
  406. κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς
  407. Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
  408. ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
  409. ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
  410. πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,
  411. ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
  412. ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
  413. ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ
  414. Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
  415. γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
  416. ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
  417. πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ
  418. ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
  419. ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
  420. αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
  421. αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
  422. δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
  423. ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
  424. αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
  425. ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
  426. οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
  427. δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
  428. φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
  429. αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
  430. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
  431. εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
  432. φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
  433. ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
  434. ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
  435. φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
  436. αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
  437. ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
  438. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  439. ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
  440. φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
  441. αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
  442. εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
  443. Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ
  444. φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι
  445. Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
  446. ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
  447. ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
  448. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  449. μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
  450. καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
  451. οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
  452. λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
  453. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
  454. καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
  455. ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι
  456. ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
  457. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
  458. ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
  459. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
  460. ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
  461. ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
  462. εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
  463. ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
  464. ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
  465. ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
  466. οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
  467. ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,
  468. ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
  469. ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
  470. ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
  471. νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
  472. ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
  473. οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
  474. Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις
  475. ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
  476. ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
  477. καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
  478. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
  479. σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
  480. βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
  481. Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο
  482. δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
  483. ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
  484. ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
  485. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
  486. αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
  487. ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
  488. εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
  489. τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
  490. τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων
  491. ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
  492. τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
  493. ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
  494. οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
  495. μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
  496. ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο
  497. ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.
  1. ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
  2. ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν
  3. κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
  4. τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
  5. Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
  6. Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
  7. αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
  8. τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
  9. αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
  10. ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
  11. ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
  12. οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
  13. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
  14. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  15. ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
  16. ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ
  17. γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
  18. νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
  19. ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
  20. ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.
  21. ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
  22. σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
  23. ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
  24. ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
  25. τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
  26. παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
  27. ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
  28. φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
  29. ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
  30. λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
  31. καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
  32. ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
  33. ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
  34. ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
  35. λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων
  36. ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
  37. τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
  38. Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
  39. οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
  40. Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
  41. σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
  42. ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
  43. κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
  44. ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
  45. κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
  46. καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
  47. οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
  48. τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
  49. ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα
  50. χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·
  51. πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
  52. εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
  53. ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·
  54. λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
  55. ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
  56. ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
  57. Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
  58. Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
  59. πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον
  60. δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
  61. αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα
  62. υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
  63. καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
  64. βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
  65. ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
  66. αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
  67. ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ
  68. τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
  69. οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
  70. οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
  71. κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν
  72. ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
  73. κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
  74. ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
  75. αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
  76. τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
  77. ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ
  78. τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
  79. μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
  80. κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
  81. καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·
  82. Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον
  83. αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
  84. τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
  85. τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
  86. σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε
  87. κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
  88. οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
  89. Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
  90. ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
  91. πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,
  92. ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
  93. ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
  94. βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,
  95. σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
  96. ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
  97. πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
  98. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  99. ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
  100. Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
  101. ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
  102. νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
  103. ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
  104. νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
  105. αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  106. μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
  107. Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
  108. ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη
  109. ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
  110. ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
  111. εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
  112. καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
  113. αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
  114. καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,
  115. πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
  116. ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,
  117. δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς
  118. ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
  119. Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
  120. μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι
  121. κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
  122. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  123. μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει
  124. οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
  125. αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
  126. οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης
  127. τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
  128. παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
  129. βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
  130. εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
  131. ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
  132. ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
  133. σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
  134. δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
  135. ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
  136. Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  137. αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
  138. Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
  139. ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
  140. ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
  141. ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς
  142. ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
  143. ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ
  144. τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
  145. οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
  146. τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,
  147. κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
  148. δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
  149. ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
  150. γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
  151. ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
  152. ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
  153. ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
  154. καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
  155. πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
  156. τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
  157. τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
  158. πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
  159. καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
  160. ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
  161. ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
  162. ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
  163. ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
  164. ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
  165. ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
  166. καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
  167. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  168. ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
  169. ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ
  170. Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν
  171. Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε
  172. ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
  173. ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
  174. ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
  175. ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
  176. Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
  177. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  178. ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
  179. ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
  180. ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
  181. ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
  182. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  183. θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
  184. πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
  185. ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.
  186. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
  187. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  188. Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
  189. ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
  190. ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
  191. τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
  192. ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
  193. ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
  194. ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων
  195. ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
  196. εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
  197. τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
  198. πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
  199. ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
  200. οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·
  201. ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
  202. πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
  203. εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων
  204. ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
  205. λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
  206. οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
  207. μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
  208. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
  209. καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
  210. ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
  211. τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
  212. ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
  213. ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
  214. Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
  215. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  216. νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ
  217. οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
  218. Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
  219. οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
  220. οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
  221. προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
  222. ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
  223. οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
  224. ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
  225. στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
  226. ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον
  227. Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
  228. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  229. ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
  230. ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
  231. ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
  232. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  233. Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
  234. γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
  235. νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
  236. ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
  237. τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.
  238. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  239. ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
  240. λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,
  241. αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
  242. ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
  243. νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
  244. ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
  245. νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
  246. νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.
  247. ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
  248. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  249. τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  250. οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
  251. τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
  252. μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
  253. στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
  254. ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
  255. μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
  256. οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
  257. δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
  258. ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
  259. νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.
  260. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  261. Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
  262. ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
  263. οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
  264. ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
  265. ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
  266. ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
  267. αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
  268. παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
  269. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
  270. οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
  271. ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
  272. κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
  273. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
  274. καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
  275. ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
  276. ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
  277. ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
  278. Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
  279. ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
  280. ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
  281. ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
  282. ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
  283. οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
  284. ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
  285. εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι
  286. χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
  287. καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
  288. σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.
  289. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  290. καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
  291. τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
  292. ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
  293. στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
  294. Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
  295. ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
  296. Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  297. ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
  298. Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
  299. ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
  300. νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,
  301. οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
  302. Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
  303. πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
  304. μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
  305. ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
  306. ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
  307. τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
  308. οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
  309. ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
  310. ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
  311. ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
  312. ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
  313. ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
  314. καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
  315. τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
  316. χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
  317. οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
  318. ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
  319. ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
  320. πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
  321. εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
  322. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
  323. καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
  324. φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι
  325. λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
  326. τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
  327. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
  328. οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
  329. ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
  330. ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
  331. Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων
  332. σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
  333. νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων
  334. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
  335. ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ
  336. ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
  337. τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
  338. λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
  339. μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
  340. ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
  341. δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
  342. σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  343. Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  344. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
  345. μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
  346. αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
  347. ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
  348. ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
  349. οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα
  350. στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
  351. οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
  352. Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ
  353. ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
  354. ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
  355. τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
  356. ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον
  357. πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
  358. φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
  359. ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
  360. ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
  361. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
  362. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
  363. ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
  364. τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
  365. τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
  366. Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
  367. ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
  368. καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
  369. αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
  370. οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
  371. Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
  372. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  373. ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
  374. Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
  375. ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
  376. τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
  377. στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
  378. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  379. ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
  380. ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,
  381. εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
  382. ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
  383. ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
  384. ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
  385. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  386. κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
  387. Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
  388. ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
  389. εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
  390. αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
  391. νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
  392. νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
  393. ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
  394. ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
  395. ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
  396. ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
  397. ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
  398. ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
  399. ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
  400. μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  401. τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
  402. κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι
  403. κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
  404. δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
  405. ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
  406. τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
  407. τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
  408. ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
  409. κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
  410. τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
  411. Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
  412. λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
  413. ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
  414. πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
  415. ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
  416. σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
  417. ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
  418. λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
  419. ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
  420. γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
  421. Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
  422. Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
  423. τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
  424. τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
  425. ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
  426. Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·
  427. τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
  428. μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.
  429. ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
  430. Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
  431. τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
  432. σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
  433. εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ
  434. Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
  435. δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
  436. ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
  437. ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο
  438. Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
  439. ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
  440. ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
  441. δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
  442. κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
  443. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
  444. Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
  445. νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
  446. χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
  447. κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
  448. τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
  449. ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
  450. δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.
  451. αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ
  452. στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
  453. πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
  454. αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς
  455. δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
  456. μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
  457. καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
  458. ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
  459. ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
  460. ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
  461. παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
  462. αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
  463. ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
  464. ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
  465. ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  466. τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
  467. ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
  468. τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
  469. ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
  470. κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
  471. ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ
  472. ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
  473. ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
  474. αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
  475. ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
  476. ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
  477. Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
  478. ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
  479. αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  480. ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν
  481. δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
  482. νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
  483. ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
  484. χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
  485. ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
  486. ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
  487. ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
  488. αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
  489. ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
  490. ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
  491. πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
  492. δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
  493. ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
  494. τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
  495. χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
  496. τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
  497. χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
  498. ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
  499. δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
  500. Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
  501. μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
  502. αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
  503. εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
  504. εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
  505. νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
  506. Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
  507. οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
  508. νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
  509. αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
  510. γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται
  511. λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
  512. ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
  513. οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
  514. ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
  515. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
  1. ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ
  2. ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
  3. οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
  4. Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
  5. ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
  6. Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
  7. μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
  8. ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
  9. Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  10. αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
  11. ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
  12. ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
  13. οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
  14. μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
  15. δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
  16. δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
  17. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
  18. χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
  19. χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
  20. πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
  21. Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
  22. δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
  23. Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
  24. ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
  25. πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
  26. ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος
  27. χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,
  28. κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
  29. μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
  30. πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
  31. σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·
  32. πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
  33. εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
  34. πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
  35. αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
  36. εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
  37. σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
  38. οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
  39. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
  40. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
  41. Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
  42. αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
  43. οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
  44. οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
  45. πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
  46. κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε
  47. ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
  48. ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
  49. ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  50. ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς
  51. νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
  52. ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
  53. θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.
  54. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
  55. ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
  56. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  57. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  58. οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
  59. Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
  60. κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
  61. ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
  62. εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
  63. νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα
  64. Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
  65. ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
  66. πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα
  67. καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·
  68. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  69. εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
  70. οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
  71. θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
  72. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
  73. οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
  74. ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
  75. καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις
  76. νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
  77. οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
  78. βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ
  79. ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
  80. καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  81. τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
  82. ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
  83. μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,
  84. ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
  85. εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
  86. ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,
  87. ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
  88. νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
  89. ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
  90. ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
  91. ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
  92. χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
  93. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  94. τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας
  95. καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
  96. πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
  97. ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
  98. ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
  99. ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
  100. οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
  101. ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
  102. χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  103. ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
  104. ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
  105. παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
  106. ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
  107. καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
  108. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·
  109. μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
  110. ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
  111. οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
  112. πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει
  113. Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
  114. οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
  115. σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
  116. πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·
  117. ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
  118. αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
  119. τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
  120. πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
  121. ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
  122. ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
  123. πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
  124. Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
  125. κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς
  126. φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
  127. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
  128. ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
  129. αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
  130. χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον
  131. ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
  132. ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
  133. πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
  134. μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
  135. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
  136. κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
  137. ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
  138. οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς
  139. κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
  140. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·