Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
  2. ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
  3. ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
  4. ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
  5. Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
  6. Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
  7. αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
  8. Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
  9. ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
  10. υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
  11. τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
  12. Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
  13. ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
  14. Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
  15. τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
  16. Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
  17. ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
  18. οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος
  19. στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
  20. ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
  21. πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
  22. εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
  23. ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
  24. ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν
  25. ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
  26. τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
  27. αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
  28. καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει
  29. πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ
  30. ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
  31. νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.
  32. τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  33. ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
  34. εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
  35. ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
  36. ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.
  37. ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
  38. λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
  39. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
  40. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
  41. οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
  42. ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
  43. ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
  44. φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
  45. ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
  46. Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
  47. ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
  48. ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
  49. αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
  50. παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
  51. δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
  52. ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ
  53. Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
  54. πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
  55. τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
  56. σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
  57. γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
  58. εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
  59. δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
  60. ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
  61. τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  62. Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
  63. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
  64. ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
  65. ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
  66. ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
  67. εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
  68. ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
  69. αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται
  70. φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω
  71. ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων
  72. ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
  73. ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
  74. τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
  75. ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
  76. ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
  77. ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
  78. ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,
  79. ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
  80. οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης
  81. ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
  82. ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες
  83. βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
  84. ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.
  85. τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
  86. ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
  87. ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι
  88. ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
  89. Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
  90. Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
  91. νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
  92. πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
  93. Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
  94. σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
  95. ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων
  96. ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
  97. δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας
  98. γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
  99. οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
  100. μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
  101. γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
  102. ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
  103. ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
  104. ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
  105. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  106. τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  107. Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
  108. ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  109. ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
  110. τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,
  111. οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
  112. εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.
  113. ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
  114. καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι
  115. αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.
  116. ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
  117. ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
  118. σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
  119. καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.
  120. ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
  121. πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
  122. ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
  123. ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
  124. ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ
  125. βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
  126. ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,
  127. πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
  128. τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
  129. Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
  130. ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
  131. ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
  132. ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
  133. πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
  134. ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.
  135. φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
  136. μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
  137. αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
  138. εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·
  139. τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
  140. σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν
  141. ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
  142. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
  143. ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
  144. Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
  145. κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
  146. ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
  147. ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
  148. Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,
  149. ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
  150. τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
  151. θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
  152. τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
  153. ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
  154. αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
  155. αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
  156. ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
  157. ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  158. ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
  159. Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
  160. Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
  161. Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
  162. ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
  163. τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
  164. κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
  165. Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·
  166. Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
  167. Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
  168. Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·
  169. αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
  170. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
  171. Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
  172. ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
  173. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
  174. ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
  175. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
  176. πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
  177. στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι
  178. παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
  179. ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
  180. ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
  181. νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
  182. αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
  183. νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
  184. πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
  185. ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
  186. πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον
  187. γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
  188. ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
  189. σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
  190. Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
  191. ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
  192. ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
  193. νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
  194. ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
  195. ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
  196. οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
  197. ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
  198. ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
  199. ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
  200. τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,
  201. τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
  202. δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
  203. καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
  204. ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
  205. λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
  206. Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
  207. Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε
  208. δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
  209. ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους
  210. ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν
  211. ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
  212. ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
  213. ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
  214. σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
  215. Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
  216. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
  217. ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
  218. ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
  219. τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
  220. εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
  221. αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
  222. ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
  223. ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
  224. πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
  225. νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
  226. ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
  227. μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ
  228. δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
  229. ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,
  230. μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
  231. τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,
  232. ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
  233. Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
  234. οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
  235. ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
  236. νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
  237. καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
  238. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  239. ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
  240. Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
  241. Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
  242. ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
  243. πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
  244. μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
  245. μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
  246. καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
  247. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
  248. βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
  249. ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
  250. αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν
  251. Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον
  252. ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
  253. καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
  254. Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.
  255. πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
  256. Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
  257. ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
  258. ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
  259. τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
  260. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  261. Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει
  262. ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
  263. ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
  264. ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,
  265. μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
  266. αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
  267. θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
  268. οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
  269. ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.
  270. αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν
  271. θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,
  272. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  273. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
  274. ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
  275. λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
  276. ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
  277. ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
  278. ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
  279. ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
  280. ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
  281. τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
  282. ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
  283. μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
  284. ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
  285. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
  286. τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
  287. οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη
  288. τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
  289. ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
  290. καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,
  291. ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω
  292. Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
  293. ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
  294. κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·
  295. Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
  296. καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
  297. ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
  298. οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
  299. ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
  300. τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
  301. εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.
  302. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν
  303. Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.
  304. καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·
  305. Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
  306. ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
  307. μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
  308. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
  309. ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
  310. ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
  311. σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα
  312. ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
  313. ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
  314. Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·
  315. τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς
  316. μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,
  317. δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
  318. κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
  319. ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ
  320. Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
  321. Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
  322. ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  323. τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
  324. πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα
  325. ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
  326. νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
  327. οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς
  328. αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
  329. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
  330. Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
  331. πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
  332. αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
  333. ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
  334. κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·
  335. ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·
  336. αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον
  337. Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
  338. οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
  339. καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
  340. δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
  341. θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
  342. τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
  343. νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
  344. χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
  345. ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,
  346. γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
  347. κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.
  348. Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
  349. ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
  350. κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  351. δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ
  352. ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
  353. ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
  354. ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,
  355. ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν
  356. ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
  357. ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
  358. ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
  359. τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·
  360. Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
  361. ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
  362. ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
  363. οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
  364. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  365. αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
  366. δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
  367. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη
  368. πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
  369. ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,
  370. αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
  371. ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
  372. σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων
  373. ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.
  374. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
  375. ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.
  376. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  377. δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
  378. ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
  379. ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,
  380. ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
  381. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
  382. εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
  383. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
  384. ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·
  385. ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,
  386. Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
  387. κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
  388. οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
  389. αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
  390. ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
  391. τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
  392. Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,
  393. εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
  394. μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
  395. νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·
  396. οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,
  397. ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων
  398. ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·
  399. ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ
  400. κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
  401. θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς
  402. δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο
  403. αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον
  404. μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
  405. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
  406. ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
  407. Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες
  408. ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
  409. αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς
  410. πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας
  411. τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
  412. σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
  413. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν
  414. Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
  415. τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,
  416. ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα
  417. ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
  418. νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
  419. ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ
  420. οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
  421. πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
  422. ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
  423. κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
  424. ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
  425. τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  426. ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,
  427. ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
  428. στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
  429. νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
  430. ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
  431. αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι
  432. Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
  1. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
  2. Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
  3. ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
  4. πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
  5. ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·
  6. τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη
  7. πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ
  8. ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
  9. ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,
  10. ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
  11. ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
  12. ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
  13. φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ
  14. ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·
  15. ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
  16. πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
  17. αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ
  18. κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος
  19. φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
  20. τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
  21. ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.
  22. ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
  23. φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
  24. δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
  25. ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
  26. πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
  27. ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
  28. ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·
  29. τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
  30. δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
  31. τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
  32. δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
  33. αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
  34. ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
  35. ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς
  36. ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
  37. ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ
  38. τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·
  39. τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
  40. καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
  41. νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·
  42. κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν
  43. Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·
  44. ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
  45. ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
  46. ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις
  47. χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
  48. πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
  49. τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
  50. γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,
  51. ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς
  52. φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·
  53. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  54. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
  55. ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
  56. αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
  57. οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
  58. Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε
  59. πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
  60. ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
  61. γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
  62. ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
  63. γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
  64. ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
  65. γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ
  66. ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
  67. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
  68. οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων
  69. κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
  70. ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
  71. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
  72. τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
  73. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  74. γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  75. ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
  76. πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
  77. ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  78. καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
  79. Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
  80. νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν
  81. ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα
  82. πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
  83. μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
  84. ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ
  85. γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
  86. Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
  87. Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
  88. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
  89. τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
  90. ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
  91. ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
  92. νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω
  93. σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
  94. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  95. μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
  96. ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
  97. ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
  98. λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
  99. νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
  100. πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
  101. τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
  102. Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
  103. νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
  104. Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
  105. καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
  106. ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
  107. κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
  108. οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
  109. πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
  110. ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
  111. ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
  112. ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
  113. ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
  114. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
  115. ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
  116. ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
  117. τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω
  118. δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
  119. κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
  120. τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
  121. καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
  122. ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
  123. αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
  124. ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
  125. οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
  126. θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει
  127. ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
  128. φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
  129. ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
  130. οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
  131. ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
  132. ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
  133. ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
  134. τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
  135. οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
  136. ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
  137. ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
  138. δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
  139. τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
  140. Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
  141. υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος
  142. γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
  143. πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
  144. τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο
  145. ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
  146. Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
  147. τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
  148. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  149. τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  150. τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
  151. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
  152. τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
  153. Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
  154. εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης