Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
  2. τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,
  3. ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
  4. Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
  5. οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
  6. ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
  7. νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
  8. καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
  9. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  10. ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
  11. Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
  12. Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
  13. ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
  14. πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
  15. μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
  16. μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
  17. καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
  18. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
  19. βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
  20. ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.