Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν
  2. ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
  3. ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
  4. ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
  5. σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
  6. Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
  7. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
  8. ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
  9. ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
  10. τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
  11. εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
  12. αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
  13. ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
  14. ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
  15. πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
  16. νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
  17. ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
  18. μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ
  19. δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
  20. ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,