Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·
  2. ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα
  3. καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
  4. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  5. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
  6. εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
  7. σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
  8. ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
  9. Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
  10. αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  11. κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
  12. οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·
  13. βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
  14. Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
  15. τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
  16. κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
  17. ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
  18. εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·
  19. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
  20. εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·