Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·
  2. τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
  3. εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
  4. οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
  5. ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
  6. νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
  7. ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
  8. θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
  9. πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
  10. Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
  11. ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
  12. Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
  13. ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
  14. αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
  15. ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
  16. τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·
  17. φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
  18. νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
  19. θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε
  20. Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.