Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·
  2. νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.
  3. ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
  4. μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
  5. θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
  6. τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
  7. ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,
  8. τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
  9. δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
  10. οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις
  11. οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·
  12. οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·
  13. οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
  14. εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
  15. σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.
  16. ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ
  17. αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
  18. ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
  19. αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
  20. ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·
  21. Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
  22. ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
  23. μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
  24. ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
  25. ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
  26. φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
  27. κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
  28. φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.
  29. ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·
  30. τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ
  31. ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ
  32. ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.
  33. αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
  34. Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
  35. πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
  36. εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
  37. πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
  38. ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
  39. Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
  40. ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
  41. ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
  42. ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
  43. ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
  44. ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ
  45. οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν
  46. αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
  47. ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
  48. ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα
  49. ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
  50. ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
  51. ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·
  52. ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
  53. Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
  54. καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
  55. Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
  56. ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·
  57. οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
  58. ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
  59. τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,
  60. καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
  61. οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
  62. ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
  63. τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
  64. ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
  65. ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
  66. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  67. εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
  68. μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
  69. μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
  70. εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
  71. χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,
  72. αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
  73. πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
  74. ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
  75. πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
  76. σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
  77. σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,
  78. ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
  79. οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·
  80. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  81. ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
  82. βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
  83. νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
  84. ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.
  85. οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
  86. νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
  87. ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
  88. ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
  89. εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
  90. ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
  91. μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
  92. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  93. Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
  94. πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
  95. οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
  96. ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο
  97. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.
  98. ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
  99. ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
  100. ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
  101. καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
  102. ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι
  103. χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
  104. ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
  105. ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς
  106. ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
  107. αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
  108. τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν
  109. ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
  110. εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
  111. μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
  112. χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
  113. ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
  114. ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
  115. ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
  116. καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
  117. ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
  118. σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
  119. βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
  120. ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
  121. ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
  122. ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
  123. ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
  124. μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
  125. τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
  126. αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
  127. τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
  128. λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  129. ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
  130. ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,
  131. Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·
  132. τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
  133. ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
  134. ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.
  135. ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
  136. ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
  137. ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,
  138. τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
  139. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  140. ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
  141. αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
  142. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
  143. σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
  144. μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
  145. τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
  146. ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
  147. νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
  148. πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
  149. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν
  150. σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
  151. αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
  152. εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
  153. Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
  154. ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
  155. τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
  156. νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
  157. πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
  158. γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
  159. φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
  160. ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
  161. Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
  162. ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
  163. τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
  164. πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
  165. τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
  166. εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
  167. ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
  168. ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
  169. ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·
  170. οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
  171. κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
  172. ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
  173. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
  174. γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
  175. ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
  176. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
  177. ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
  178. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  179. ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
  180. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  181. τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
  182. τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  183. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  184. ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,
  185. ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
  186. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
  187. ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
  188. εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
  189. Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.
  190. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
  191. εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
  192. εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
  193. εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
  194. ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.
  195. οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν
  196. εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
  197. ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
  198. ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
  199. ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
  200. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
  201. μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
  202. ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
  203. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
  204. ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
  205. προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
  206. παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
  207. ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
  208. κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
  209. ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
  210. εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
  211. αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  212. πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
  213. κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
  214. Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
  215. αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
  216. ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
  217. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
  218. ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
  219. βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
  220. τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
  221. Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
  222. μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
  223. πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
  224. αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
  225. Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
  226. χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  227. πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
  228. ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
  229. ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
  230. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  231. αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
  232. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  233. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  234. καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
  235. σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
  236. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
  237. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  238. ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  239. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
  240. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  241. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  242. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  243. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  244. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν
  245. ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
  246. ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
  247. λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
  248. ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
  249. ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
  250. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  251. αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  252. κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
  253. οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  254. οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
  255. θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
  256. αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
  257. τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
  258. πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
  259. σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
  260. ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
  261. καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  262. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
  263. ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
  264. ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
  265. οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
  266. ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
  267. αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
  268. τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
  269. χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
  270. Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
  271. ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
  272. κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
  273. ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
  274. ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
  275. σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
  276. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
  277. μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
  278. ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
  279. αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
  280. ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
  281. τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
  282. ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
  283. τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες
  284. ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
  285. ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
  286. ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
  287. ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
  288. Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
  289. ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων
  290. ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
  291. τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
  292. ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
  293. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
  294. ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
  295. ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
  296. οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
  297. πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  298. οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,
  299. φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
  300. εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
  301. θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
  302. ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
  303. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
  304. Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
  305. οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
  306. Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,
  307. Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
  308. οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
  309. οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,
  310. Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
  311. Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
  312. οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,
  313. οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,
  314. οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
  315. Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
  316. οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
  317. Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
  318. τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
  319. κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
  320. οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
  321. τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
  322. οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
  323. παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
  324. Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
  325. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  326. αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
  327. υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
  328. οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
  329. Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
  330. οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
  331. οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
  332. οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
  333. τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  334. οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
  335. Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
  336. Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
  337. μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
  338. ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
  339. ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
  340. οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
  341. Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
  342. Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
  343. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
  344. Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
  345. οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
  346. Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
  347. Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
  348. οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
  349. τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος
  350. Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
  351. τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
  352. αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
  353. θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
  354. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  355. οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
  356. δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
  357. θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
  358. κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
  359. ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
  360. κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
  361. τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
  362. τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
  363. κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
  364. Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
  365. τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
  366. Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
  367. στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
  368. οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
  369. Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
  370. Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,
  371. οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
  372. τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
  373. καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
  374. τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
  375. Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
  376. συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
  377. τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
  378. οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
  379. ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
  380. Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν
  381. καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,
  382. οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
  383. Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο
  384. Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,
  385. τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
  386. Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
  387. λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
  388. κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
  389. οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
  390. οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
  391. Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
  392. Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
  393. οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,
  394. οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
  395. τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
  396. ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
  397. ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
  398. ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
  399. τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
  400. οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
  401. καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
  402. καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
  403. καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
  404. ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
  405. Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·
  406. στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
  407. Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
  408. αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
  409. θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
  410. τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
  411. τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  412. οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
  413. Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
  414. οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
  415. Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
  416. καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
  417. Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
  418. τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
  419. ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ
  420. Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
  421. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  422. νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
  423. Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
  424. οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
  425. ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
  426. πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
  427. τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
  428. νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
  429. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
  430. υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
  431. τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
  432. τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
  433. υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
  434. οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
  435. νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
  436. τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
  437. Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
  438. ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
  439. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  440. αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
  441. οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
  442. καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
  443. οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
  444. οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·
  445. τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
  446. τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
  447. Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
  448. οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
  449. Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
  450. οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
  451. οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
  452. τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
  453. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  454. Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
  455. οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
  456. Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
  457. Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
  458. ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
  459. τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
  460. Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
  461. τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
  462. Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
  463. ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
  464. οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
  465. Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
  466. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
  467. ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
  468. τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
  469. πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
  470. Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
  471. αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
  472. ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
  473. αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας
  474. βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
  475. υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
  476. αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
  477. τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
  478. ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
  479. καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
  480. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
  481. Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος
  482. Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
  483. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·
  484. ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
  485. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε
  486. καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
  487. τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
  488. Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
  489. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  490. νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
  491. οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
  492. οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,
  493. Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
  494. τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
  495. ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
  496. οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
  497. κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
  498. κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
  499. τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
  500. Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
  501. κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
  502. υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
  503. τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
  504. οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
  505. Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
  506. ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
  507. τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
  508. ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
  509. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
  510. καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
  511. νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
  512. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
  513. ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
  514. Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
  515. αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
  516. ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
  517. ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
  518. δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
  519. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  520. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
  521. Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
  522. τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
  523. Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
  524. Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
  525. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
  526. καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
  527. τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
  528. ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα
  529. ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
  530. ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων
  531. Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
  532. ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
  533. ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
  534. Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
  535. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
  536. ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
  537. τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
  538. οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
  539. οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
  540. τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
  541. ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
  542. τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
  543. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
  544. οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
  545. τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
  546. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  547. οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
  548. Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
  549. τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
  550. υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
  551. τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
  552. ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
  553. τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
  554. οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
  555. υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
  556. τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  557. Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
  558. τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
  559. οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,
  560. οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
  561. ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
  562. οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
  563. ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
  564. ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
  565. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
  566. οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
  567. ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
  568. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
  569. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
  570. τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
  571. αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
  572. ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,
  573. τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
  574. ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·
  575. τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων
  576. ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
  577. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας
  578. ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,
  579. ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
  580. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  581. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
  582. Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
  583. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  584. τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος
  585. λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
  586. ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
  587. ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
  588. φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
  589. οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
  590. γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
  591. χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
  592. εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
  593. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
  594. ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
  595. Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
  596. πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
  597. οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
  598. πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
  599. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  600. εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
  601. ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
  602. τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
  603. δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
  604. τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
  605. ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
  606. ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
  607. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
  608. ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
  609. λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
  610. ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
  611. Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
  612. πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
  613. ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
  614. τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
  615. τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
  616. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
  617. αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
  618. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
  619. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  620. ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
  621. ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
  622. τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
  623. ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
  624. ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
  625. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
  626. Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
  627. λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
  628. Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
  629. Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
  630. Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
  631. οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
  632. Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
  633. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
  634. ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
  635. Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
  636. Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
  637. οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
  638. καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
  639. τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
  640. υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
  641. ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
  642. στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
  643. πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
  644. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
  645. καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
  646. τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
  647. Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
  648. αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
  649. Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
  650. τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
  651. τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
  652. υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
  653. αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
  654. ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
  655. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
  656. υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
  657. αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
  658. τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
  659. Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
  660. Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
  661. ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
  662. οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
  663. ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
  664. Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
  665. αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
  666. τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
  667. Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
  668. ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
  669. ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
  670. ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
  671. Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
  672. τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
  673. Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
  674. υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
  675. οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
  676. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
  677. οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
  678. Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
  679. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
  680. Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
  681. ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
  682. νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
  683. ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
  684. ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
  685. Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
  686. τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
  1. αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
  2. Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
  3. ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
  4. αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
  5. κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
  6. ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
  7. ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
  8. οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
  9. ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
  10. εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
  11. ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
  12. τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
  13. ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
  14. ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
  15. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  16. Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
  17. παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
  18. καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
  19. πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
  20. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
  21. τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
  22. ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
  23. ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
  24. εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
  25. πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
  26. σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·
  27. ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
  28. ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
  29. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
  30. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
  31. ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
  32. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  33. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
  34. οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
  35. ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
  36. ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
  37. δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
  38. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
  39. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
  40. αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
  41. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
  42. ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
  43. ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
  44. φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
  45. εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
  46. ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
  47. πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
  48. μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες
  49. ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
  50. πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
  51. δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
  52. οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
  53. γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
  54. οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης
  55. ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
  56. ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
  57. λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.
  58. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  59. Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·
  60. αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
  61. ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ
  62. νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·
  63. ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
  64. μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
  65. οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
  66. ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
  67. νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
  68. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  69. αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
  70. συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
  71. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  72. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
  73. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
  74. ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
  75. Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
  76. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,
  77. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
  78. μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
  79. τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
  80. ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
  81. αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  82. ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
  83. στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
  84. ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο
  85. ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
  86. κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  87. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
  88. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
  89. τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  90. αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
  91. οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
  92. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
  93. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
  94. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.
  95. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  96. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
  97. κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
  98. θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
  99. Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
  100. εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
  101. ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
  102. τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
  103. οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
  104. Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
  105. ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ
  106. αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
  107. μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
  108. αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
  109. οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
  110. λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.
  111. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
  112. ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
  113. καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,
  114. τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ
  115. πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
  116. Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
  117. καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
  118. αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
  119. νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν
  120. οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.
  121. Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
  122. εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
  123. τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
  124. Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
  125. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε