Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
- εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,
- ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
- τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
- πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
- ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
- πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
- θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
- πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
- Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
- ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
- Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.
- ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
- καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
- βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
- εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς