Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
  2. Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
  3. ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
  4. ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε
  5. στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
  6. εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
  7. Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
  8. ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
  9. νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
  10. ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
  11. ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
  12. εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
  13. τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
  14. κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
  15. οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
  16. ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
  17. κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο
  18. κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν
  19. ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
  20. τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.