Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες
  2. Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
  3. αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
  4. λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·
  5. λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,
  6. μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
  7. ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·
  8. δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
  9. ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
  10. δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
  11. Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ
  12. τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
  13. τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
  14. μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·
  15. ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων
  16. αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
  17. αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ
  18. Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
  19. νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ
  20. ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων