Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα
- πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
- ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
- ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
- ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
- ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
- μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
- ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
- καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
- αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
- πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
- Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ
- ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
- ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
- ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
- ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
- οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
- μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
- μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα
- ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
- σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
- κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
- δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ
- χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
- Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
- κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,
- ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
- καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
- νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
- Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
- ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε
- νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
- νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
- τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
- πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
- οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
- ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
- κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι
- μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
- ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
- κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
- ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
- πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
- τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
- αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
- ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
- ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
- Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
- γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·
- λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
- πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
- ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
- νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·
- ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται
- μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον
- ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
- ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
- λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
- ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
- νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες
- Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
- ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
- Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
- καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
- βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
- αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
- ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
- αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·
- ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
- ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
- χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
- ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
- καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων
- ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
- κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
- ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
- κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
- εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ
- Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
- εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
- ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
- Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν
- ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
- μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,
- οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
- ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
- εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
- πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.
- ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
- τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
- ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
- ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
- Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
- οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
- Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
- ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
- ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
- νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
- ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
- οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
- δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
- βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
- καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
- ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
- Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
- ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
- ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε
- στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
- εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
- Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
- ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
- νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
- ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
- ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
- εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
- τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
- κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
- οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
- ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
- κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο
- κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν
- ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
- τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
- ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες
- Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
- αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
- λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·
- λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,
- μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
- ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·
- δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
- ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
- δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
- Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ
- τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
- τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
- μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·
- ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων
- αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
- αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ
- Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
- νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ
- ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων
- σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
- οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
- ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
- χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ
- εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·
- ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,
- εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
- πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
- οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο
- αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
- ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ
- Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
- κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
- ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν
- τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι
- γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
- λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.
- ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,
- μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
- μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
- αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
- ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
- κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων
- ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι
- οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
- ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
- στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.
- ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
- ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
- οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
- αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ
- νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
- στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·
- αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
- ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
- ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
- ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
- ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
- νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
- θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
- αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
- χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
- ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
- τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
- λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
- δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων
- δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
- κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
- καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
- δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
- χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
- εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.
- ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
- καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι
- σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι
- πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
- ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε
- καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας
- κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν
- ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι
- χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
- πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
- εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·
- τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.
- ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος
- βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
- πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς·
- Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
- Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
- ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
- ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς
- γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω
- κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν
- χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν
- Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
- τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,
- σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
- Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
- ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
- ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,
- μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.
- τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
- Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη
- ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·
- αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·
- καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·
- ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς
- αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
- οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
- Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·
- ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,
- ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
- νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,
- ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ
- μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.
- ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
- εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι
- νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης
- οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.
- ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.
- ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
- ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
- Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
- Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
- κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ
- φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
- οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,
- οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται
- καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
- ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο
- ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ
- Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
- ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων
- νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,
- ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·
- τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
- ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
- τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν
- ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
- ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
- ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι
- ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
- ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.
- εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
- οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.
- καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
- νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
- δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
- ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
- βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
- Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
- ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης
- Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
- Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
- χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
- ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ
- Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα
- Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.
- εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
- τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς
- ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
- Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
- δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα
- τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
- αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
- ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη
- στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
- ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
- αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
- ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
- ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
- ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
- σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
- δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
- ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
- γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
- πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
- καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
- ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
- δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
- γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
- οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
- σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
- τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
- ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
- ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
- ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
- Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
- Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
- Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
- ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
- ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
- ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
- Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
- Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
- αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
- Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
- ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
- υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
- τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
- Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
- ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
- Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
- τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
- Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
- ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
- οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος
- στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
- ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
- πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
- εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
- ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
- ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν
- ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
- τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
- αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
- καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει
- πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ
- ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
- νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
- εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
- ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
- ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.
- ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
- λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
- ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
- οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
- ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
- ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
- φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
- ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
- Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
- ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
- ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
- αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
- παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
- δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
- ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ
- Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
- πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
- τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
- σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
- γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
- εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
- δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
- ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
- Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
- οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
- ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
- ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
- ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
- εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
- ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
- αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται
- φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω
- ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων
- ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
- ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
- τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
- ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
- ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
- ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
- ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,
- ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
- οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης
- ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
- ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες
- βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
- ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.
- τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
- ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
- ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι
- ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
- Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
- Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
- νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
- πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
- Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
- σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
- ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων
- ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
- δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας
- γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
- οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
- μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
- γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
- ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
- ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
- ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
- Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
- ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
- ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
- τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,
- οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
- εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.
- ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
- καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι
- αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.
- ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
- ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
- σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
- καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.
- ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
- πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
- ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
- ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
- ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ
- βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
- ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,
- πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
- τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
- Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
- ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
- ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
- ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
- πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
- ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.
- φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
- μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
- αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
- εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·
- τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
- σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν
- ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
- εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
- ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
- Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
- κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
- ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
- ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
- Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,
- ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
- τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
- θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
- τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
- ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
- αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
- αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
- ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
- ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,
- ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
- Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
- Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
- Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
- ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
- τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
- κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
- Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·
- Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
- Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
- Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·
- αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
- ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
- Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
- ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
- ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
- ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
- ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
- πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
- στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι
- παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
- ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
- ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
- νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
- αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
- νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
- πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
- ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
- πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον
- γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
- ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
- σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
- Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
- ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
- ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
- νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
- ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
- ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
- οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
- ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
- ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
- ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
- τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,
- τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
- δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
- ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
- λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
- Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
- Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε
- δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
- ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους
- ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν