Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
  • νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει
  • εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,
  • δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·
  • τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
  • ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,