Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
  • ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
  • ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
  • τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
  • ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
  • νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;