Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
  2. ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
  3. κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
  4. Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
  5. Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη
  6. νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
  7. ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
  8. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·
  9. ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
  10. ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·
  11. ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
  12. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας
  13. Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
  14. Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
  15. καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
  16. αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·
  17. τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
  18. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
  19. Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
  20. εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου