Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.
  2. τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
  3. Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
  4. χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
  5. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  6. δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
  7. χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα
  8. σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
  9. οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
  10. ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω
  11. μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
  12. Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
  13. δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
  14. ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
  15. ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
  16. ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
  17. Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
  18. αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
  19. ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·
  20. τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·