Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
  2. τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον
  3. πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.
  4. ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
  5. ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
  6. πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·
  7. ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.
  8. ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
  9. ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
  10. Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
  11. οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
  12. ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·
  13. τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
  14. πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,
  15. ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
  16. ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·
  17. ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
  18. Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
  19. ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος
  20. εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
  21. νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
  22. κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.
  23. ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
  24. στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·
  25. δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν
  26. δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
  27. ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν
  28. ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς
  29. γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,
  30. ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς
  31. πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
  32. ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·
  33. ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,
  34. κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.
  35. αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ
  36. μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
  37. ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
  38. κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
  39. αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
  40. Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε
  41. Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον
  42. πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
  43. Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους
  44. χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
  45. κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·
  46. αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.
  47. ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω
  48. ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
  49. Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.
  50. ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
  51. Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
  52. οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
  53. πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
  54. ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
  55. τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
  56. Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·
  57. ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
  58. μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
  59. διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
  60. ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
  61. θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
  62. ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.
  63. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  64. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  65. ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
  66. ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
  67. ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
  68. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  69. αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
  70. φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
  71. πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·
  72. πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
  73. υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.
  74. ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,
  75. ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ
  76. χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·
  77. αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,
  78. πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
  79. εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
  80. ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
  81. τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  82. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  83. αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
  84. παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε
  85. φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
  86. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  87. ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
  88. ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
  89. τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.
  90. Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
  91. δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον
  92. ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,
  93. κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  94. τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
  95. σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
  96. τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·
  97. σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
  98. ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·
  99. τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·
  100. τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
  101. ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,
  102. Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
  103. ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
  104. Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
  105. ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.
  106. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
  107. ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
  108. ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
  109. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
  110. βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
  111. ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
  112. αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
  113. ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
  114. ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
  115. κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
  116. Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ
  117. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
  118. νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
  119. πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
  120. πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
  121. αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
  122. σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
  123. ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ
  124. τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
  125. ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
  126. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
  127. ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
  128. ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·
  129. τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.
  130. Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας
  131. ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.
  132. Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·
  133. ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.
  134. χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
  135. ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
  136. τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
  137. εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·
  138. κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ
  139. εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν
  140. ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
  141. ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
  142. ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
  143. τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·
  144. ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι
  145. ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε
  146. Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.
  147. ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
  148. κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι
  149. κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
  150. αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
  151. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
  152. αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
  153. αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
  154. Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε
  155. ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
  156. πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
  157. πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
  158. αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
  159. Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
  160. βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
  161. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  162. Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
  163. οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
  164. θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.
  165. κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
  166. ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
  167. τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.
  168. ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,
  169. μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν
  170. Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
  171. τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
  172. ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
  173. ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
  174. ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ
  175. λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
  176. βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν
  177. Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς
  178. ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·
  179. Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
  180. Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
  181. οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.
  182. κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
  183. Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,
  184. τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων
  185. αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
  186. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
  187. οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
  188. Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
  189. σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
  190. δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.
  191. Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
  192. ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
  193. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
  194. βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
  195. υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
  196. ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
  197. τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
  198. ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·
  199. οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
  200. Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
  201. τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
  202. χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
  203. ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
  204. κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
  205. Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,
  206. ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
  207. ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·
  208. ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
  209. ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
  210. καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν
  211. αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.
  212. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
  213. ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,
  214. ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ
  215. ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,
  216. τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.
  217. Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
  218. ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
  219. Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων
  220. ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
  221. τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
  222. στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·
  223. δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,
  224. ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,
  225. στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ
  226. ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.
  227. ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
  228. Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
  229. Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.
  230. τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
  231. ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
  232. Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·
  233. ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
  234. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
  235. πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
  236. οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
  237. ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
  238. αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
  239. ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
  240. Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
  241. Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
  242. ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.
  243. τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
  244. Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα
  245. πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
  246. ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
  247. εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,
  248. αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
  249. εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
  250. ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·
  251. Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
  252. ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
  253. νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.
  254. ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·
  255. τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.
  256. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
  257. τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
  258. οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,
  259. ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
  260. χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,
  261. νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
  262. οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
  263. ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
  264. ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
  265. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
  266. σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
  267. ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
  268. ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
  269. τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
  270. ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
  271. πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
  272. ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
  273. αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
  274. χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,
  275. ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
  276. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  277. ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
  278. ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
  279. ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
  280. Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
  281. ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους
  282. Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
  283. ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
  284. πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ
  285. κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ
  286. κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
  287. οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο
  288. χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
  289. δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
  290. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
  291. εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον
  292. ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
  293. πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
  294. χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·
  295. πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
  296. ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
  297. θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
  298. ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
  299. τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  300. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
  301. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
  302. αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
  303. πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
  304. χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·
  305. πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
  306. ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
  307. κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
  308. Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
  309. Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη
  310. νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
  311. ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
  312. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·
  313. ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
  314. ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·
  315. ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
  316. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας
  317. Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
  318. Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
  319. καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
  320. αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·
  321. τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
  322. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
  323. Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
  324. εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
  325. ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.
  326. τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
  327. Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
  328. χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
  329. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  330. δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
  331. χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα
  332. σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
  333. οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
  334. ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω
  335. μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
  336. Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
  337. δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
  338. ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
  339. ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
  340. ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
  341. Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
  342. αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
  343. ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·
  344. τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
  345. Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
  346. αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·
  347. τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
  348. ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
  349. αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.
  350. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
  351. Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
  352. ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων
  353. δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν
  354. ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
  355. Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·
  356. αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
  357. Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε
  358. σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον
  359. μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
  360. ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,
  361. οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα
  362. Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
  363. ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
  364. ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν
  365. ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
  366. αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
  367. κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.
  368. τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·
  369. ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.
  370. εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
  371. πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
  372. νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,
  373. ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
  374. ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
  375. ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
  376. οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
  377. ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·
  378. ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
  379. Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.
  380. τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,
  381. ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
  382. ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
  383. ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
  384. Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
  385. ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
  386. Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·
  387. Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι
  388. Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
  389. ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν
  390. οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
  391. φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
  392. αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
  393. ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,
  394. ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
  395. δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
  396. πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει
  397. ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,
  398. πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν
  399. μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης
  400. κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  401. ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
  402. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
  403. ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
  404. καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
  405. ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
  406. Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,
  407. Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
  408. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
  409. σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.
  410. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  411. ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·
  412. ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
  413. δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
  414. ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·
  415. στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω
  416. χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
  417. τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·
  418. ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων
  419. αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
  420. αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν
  421. ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
  422. ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
  423. ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
  424. ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
  425. πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
  426. βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων
  427. ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
  428. λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
  429. τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,
  430. στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
  431. ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
  432. Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
  433. ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
  434. καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων
  435. πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
  436. ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
  437. οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
  438. ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε
  439. Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.
  440. Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
  441. ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  442. Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
  443. ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
  444. ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
  445. νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
  446. δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
  447. ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
  448. ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
  449. πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·
  450. πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
  451. ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
  452. Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
  453. καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
  454. Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
  455. Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
  456. ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
  457. νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι
  458. ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς
  459. Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
  460. ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
  461. ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
  462. ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·
  463. μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
  464. νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
  465. αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
  466. ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
  467. τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
  468. ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε
  469. νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
  470. ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
  471. τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
  472. πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
  473. ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
  474. ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
  475. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  476. οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
  477. ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
  478. χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
  479. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
  480. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
  481. ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
  482. τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
  483. Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
  484. τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
  485. φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
  486. ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
  487. εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
  488. αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει
  489. ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
  490. ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι
  491. ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.
  1. οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
  2. Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
  3. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
  4. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ
  5. πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·
  6. ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
  7. πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
  8. τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.
  9. οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
  10. Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ
  11. ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·
  12. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
  13. χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·
  14. οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων
  15. Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
  16. τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
  17. μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
  18. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
  19. Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
  20. οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος
  21. οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος
  22. θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
  23. ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
  24. οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
  25. ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε
  26. καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
  27. ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
  28. εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
  29. ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
  30. στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
  31. ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο
  32. πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
  33. ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·
  34. νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις
  35. γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,
  36. χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
  37. ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
  38. ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
  39. εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας
  40. Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.
  41. ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
  42. οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.
  43. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
  44. οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
  45. ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ
  46. Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
  47. ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
  48. νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
  49. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,
  50. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  51. αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
  52. πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
  53. οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
  54. χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,
  55. καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι
  56. παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
  57. ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
  58. βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·
  59. τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
  60. Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.
  61. ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
  62. βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
  63. τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
  64. πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
  65. δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες
  66. πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν
  67. ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
  68. ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
  69. ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
  70. ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
  71. Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
  72. ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
  73. ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·
  74. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  75. Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
  76. ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
  77. ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
  78. ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
  79. τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
  80. Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
  81. Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
  82. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
  83. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·
  84. πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω
  85. τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ
  86. κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.
  87. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
  88. ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο
  89. ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·
  90. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  91. ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ
  92. Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,
  93. μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
  94. εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι
  95. αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·