Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
- δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
- Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ
- βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα
- θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
- ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης
- τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,
- ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
- Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
- ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
- ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
- φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
- ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
- ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
- στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
- Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
- νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,
- ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
- Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.
- Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
- Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
- ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν
- πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς
- νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
- ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
- θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
- τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
- Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
- μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
- οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
- ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
- λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
- σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
- Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ
- Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα
- τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
- ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
- Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
- καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
- ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·
- ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·
- ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
- ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
- ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
- κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·
- ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
- αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,
- ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
- λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα
- ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
- ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
- δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·
- ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
- αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
- αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
- μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
- θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·
- ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
- αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας
- βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ
- θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ
- πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
- Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος
- ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
- τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
- παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
- καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·
- ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
- στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
- τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·
- τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
- σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
- Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
- στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
- κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
- χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
- εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι
- νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.
- Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
- τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
- ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
- καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
- Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
- λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·
- ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ
- ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
- παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
- ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
- τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων
- ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
- θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν
- ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
- Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
- ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
- ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
- οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
- ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·
- ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,
- νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
- κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
- ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
- ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,
- σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
- λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο
- ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ
- θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·
- ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
- φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,
- αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
- νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ
- μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·
- ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
- ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
- χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
- ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
- ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
- χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.
- αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
- φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
- ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
- τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ
- οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,
- Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
- νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.
- οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·
- Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
- καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν
- ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
- τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
- δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε
- τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,
- ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
- ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
- καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
- πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
- ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων
- ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
- Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
- ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·
- οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·
- νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
- νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι
- ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
- οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
- αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·
- ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
- ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.
- Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·
- ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι
- θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.
- ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ
- Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·
- αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·
- ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
- ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,
- ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;
- οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
- ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·
- ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
- πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·
- τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
- ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.
- ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
- σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,
- τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·
- δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.
- ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·
- Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
- δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
- ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
- τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
- νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει
- εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,
- δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·
- τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
- ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
- ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
- ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
- ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
- τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
- ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
- νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
- ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
- τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·
- ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν
- μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
- οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
- ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
- βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
- οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,
- βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
- τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
- ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
- μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις
- αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
- αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
- νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
- οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα
- πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
- εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
- καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
- ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον
- Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
- δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
- αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
- Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν
- τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
- ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
- ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
- ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν
- οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·
- οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,
- οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
- ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
- ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
- καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·
- αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
- κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
- δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,
- τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
- Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
- ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν
- ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε
- οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ
- νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
- τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
- ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
- εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
- νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης
- κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
- Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
- θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
- ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους
- πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
- ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
- οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
- μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·
- οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
- ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο
- Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ
- πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
- ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
- ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο
- νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.
- πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
- ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
- πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην
- ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.
- ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι
- δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
- μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
- Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
- μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
- Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,
- μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων
- ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
- ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
- θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.
- αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
- μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
- μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,
- ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·
- δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
- βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
- πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ
- κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν
- ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο
- ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
- αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
- πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν
- ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
- ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,
- ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
- Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
- πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
- ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας
- πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ
- αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
- γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
- ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
- Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·
- χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ
- νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.
- ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς
- μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·
- ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·
- λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·
- μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·
- δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.
- ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
- κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
- καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
- δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
- ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
- χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
- κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
- ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
- εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
- ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο
- βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
- πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
- Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
- Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
- ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
- τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
- πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
- τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
- Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
- τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
- βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
- ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
- τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,
- ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.
- Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
- πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς
- ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
- οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
- δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·
- καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
- λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
- ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς
- στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·
- τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
- ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
- ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,
- ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
- πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς
- ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ
- πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·
- πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
- σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
- τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
- υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·
- ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
- Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,
- αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,
- ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
- τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
- παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
- Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης
- ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
- ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
- αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ
- Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
- Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
- αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
- ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,
- τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
- ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,
- τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν
- ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.
- τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
- Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
- ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
- τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
- πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
- αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς
- στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
- Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
- ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
- πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·
- σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,
- νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·
- οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
- αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
- ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται
- φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.
- ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
- ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
- δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
- ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
- ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
- ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
- νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
- πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο
- Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
- πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς
- βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε
- καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
- θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
- χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
- ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
- οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,
- οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
- τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
- πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,
- νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.
- εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
- οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·
- Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
- Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
- σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,
- ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
- τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,
- ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
- αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
- ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
- μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
- θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ
- εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
- ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι
- μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
- αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,
- ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο
- τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.
- τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·
- νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
- δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
- ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
- ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,
- στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ
- εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
- οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
- ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
- αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
- εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
- αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας
- νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
- τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
- κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες
- πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
- τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
- ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.
- Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
- ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος
- Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,
- γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
- ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες
- σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.
- Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
- αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
- πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες
- ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
- μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·
- πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
- Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
- ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,
- νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,
- καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
- ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·
- τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
- κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
- Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
- ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
- ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.
- ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν
- Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο
- νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
- ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
- κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
- ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
- καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
- ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
- τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·
- οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
- προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
- ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.
- ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
- ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
- αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
- ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
- ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ
- κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
- στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.
- Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
- ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
- μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ
- νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.
- Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ
- Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
- ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ
- Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
- στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης
- ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,
- ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
- δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·
- δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
- ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
- βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
- υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
- θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
- Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
- ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι
- λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
- πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
- ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
- Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ
- ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·
- τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
- ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν
- φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε
- Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον
- δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
- Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
- νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
- ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.
- Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
- νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
- νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·
- ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
- αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
- πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
- οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
- ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι
- σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι
- ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες
- αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·
- ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο
- δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
- Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
- ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο
- ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
- σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
- ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·
- ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.
- ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
- αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,
- ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,
- οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι
- ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
- Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
- πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι
- ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,
- Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
- Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε
- πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη
- σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
- ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
- Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
- τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον
- πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.
- ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
- ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
- πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·
- ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.
- ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
- ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
- Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
- οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
- ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·
- τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
- πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,
- ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
- ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·
- ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
- Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
- ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος
- εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
- νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
- κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.
- ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
- στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·
- δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν
- δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
- ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν
- ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς
- γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,
- ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς
- πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
- ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·
- ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,
- κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.
- αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ
- μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
- ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
- κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
- αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
- Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε
- Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον
- πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
- Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους
- χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
- κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·
- αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.
- ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω
- ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
- Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.
- ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
- Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
- οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
- πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
- ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
- τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
- Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·
- ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
- μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
- διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
- ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
- θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
- ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
- αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
- ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
- ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
- ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
- φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
- πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·
- πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
- υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.
- ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,
- ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ
- χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·
- αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,
- πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
- εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
- ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
- τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
- παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε
- φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
- ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
- τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.
- Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
- δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον
- ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,
- κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
- τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
- σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
- τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·
- σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
- ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·
- τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·
- τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
- ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,
- Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
- ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
- Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
- ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.
- ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
- ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
- ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
- ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
- βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
- ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
- αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
- ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
- ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
- κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
- Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ
- αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
- νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
- πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
- πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
- αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
- σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
- ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ
- τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
- ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
- ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
- ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
- ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·
- τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.
- Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας
- ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.
- Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·
- ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.
- χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
- ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
- τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
- εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·
- κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ
- εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν
- ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
- ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
- ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
- τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·
- ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι
- ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε
- Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.
- ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
- κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι
- κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
- αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
- αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
- αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
- Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε
- ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
- πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
- πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
- αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
- Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
- βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
- οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
- θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.
- κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
- ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
- τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.
- ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,
- μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν
- Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
- τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
- ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
- ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
- ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ
- λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
- βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν
- Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς
- ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·
- Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
- Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
- οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.
- κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
- Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,
- τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων
- αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
- ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
- οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
- Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
- σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
- δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.
- Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
- ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
- ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
- βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
- υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
- ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
- τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
- ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·
- οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
- Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
- τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
- χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
- ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
- κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
- Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,
- ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
- ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·
- ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
- ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
- καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν
- αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.
- χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
- ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,
- ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ
- ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,
- τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.
- Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
- ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
- Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων
- ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
- τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
- στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·
- δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,
- ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,
- στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ
- ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.
- ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
- Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
- Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.
- τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
- ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
- Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·
- ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
- πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
- οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
- ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
- αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
- ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
- Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
- Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
- ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.
- τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
- Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα
- πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
- ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
- εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,
- αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
- εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
- ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·
- Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
- ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
- νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.
- ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·
- τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.
- ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
- τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
- οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,
- ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
- χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,
- νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
- οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
- ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
- ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
- οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
- σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
- ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
- ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
- τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
- ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
- πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
- ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
- αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
- χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,
- ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
- ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
- ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
- ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
- Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
- ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους
- Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
- ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
- πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ
- κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ
- κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
- οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο
- χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
- δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
- καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
- εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον
- ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
- πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
- χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·
- πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
- ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
- θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
- ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
- τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
- ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
- βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
- αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
- πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
- χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·
- πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
- ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
- κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
- Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
- Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη
- νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
- ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
- ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·
- ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
- ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·
- ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
- ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας
- Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
- Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
- καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
- αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·
- τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
- ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
- Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
- εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
- ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.
- τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
- Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
- χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
- ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
- δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
- χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα
- σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
- οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
- ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω
- μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
- Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
- δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
- ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
- ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
- ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
- Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
- αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
- ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·
- τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
- Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
- αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·
- τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
- ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
- αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.
- ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
- Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
- ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων
- δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν
- ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
- Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·
- αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
- Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε
- σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον
- μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
- ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,
- οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα
- Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
- ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
- ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν
- ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
- αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
- κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.
- τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·
- ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.
- εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
- πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
- νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,
- ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
- ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
- ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
- οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
- ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·
- ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
- Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.
- τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,
- ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
- ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
- ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
- Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
- ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
- Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·
- Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι
- Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
- ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν
- οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
- φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
- αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
- ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,
- ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
- δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
- πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει
- ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,
- πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν
- μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης
- κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
- ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
- τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
- ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
- καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
- ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
- Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,
- Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
- τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
- σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.
- ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
- ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·
- ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
- δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
- ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·
- στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω
- χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
- τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·
- ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων
- αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
- αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν
- ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
- ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
- ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
- ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
- πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
- βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων
- ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
- λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
- τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,
- στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
- ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
- Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
- ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
- καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων
- πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
- ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
- οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
- ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε
- Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.
- Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
- ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
- Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
- ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
- ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
- νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
- δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
- ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
- ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
- πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·
- πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
- ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
- Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
- καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
- Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
- Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
- ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
- νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι
- ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς
- Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
- ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
- ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
- ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·
- μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
- νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
- αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
- ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
- τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
- ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε
- νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
- ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
- τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
- πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
- ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
- ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
- ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
- χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
- ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
- ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
- ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
- τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
- Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
- τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
- φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
- ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
- εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
- αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει
- ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
- ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι
- ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.
- οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
- Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
- ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ
- πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·
- ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
- πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
- τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.
- οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
- Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ
- ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·
- Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
- χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·
- οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων
- Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
- τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
- μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
- Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
- οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος
- οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος
- θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
- ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
- οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
- ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε
- καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
- ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
- εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
- ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
- στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
- ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο
- πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
- ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·
- νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις
- γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,
- χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
- ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
- ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
- εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας
- Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.
- ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
- οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.
- ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
- οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
- ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ
- Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
- ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
- νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
- ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
- πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
- οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
- χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,
- καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι
- παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
- ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
- βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·
- τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
- Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.
- ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
- βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
- τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
- πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
- δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες
- πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν
- ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
- ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
- ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
- ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
- Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
- ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
- ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
- ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
- ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
- ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
- τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
- Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
- Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
- ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
- Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·
- πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω
- τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ
- κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
- ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο
- ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·
- ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
- ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ
- Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,
- μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
- εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι
- αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·
- Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
- ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
- ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι
- ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
- τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται
- Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
- εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
- ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης
- καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν
- Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.
- εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
- τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
- αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν
- ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,
- ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
- ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ
- παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·
- ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
- στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
- παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
- τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης
- θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
- θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·
- βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
- Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος
- σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
- γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
- ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·
- βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
- Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,
- ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,
- τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
- Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
- Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,
- ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ
- Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
- Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
- ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,
- ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
- ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,
- πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
- ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
- Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος
- ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
- Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
- Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
- Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
- ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
- φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς
- οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·
- οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν
- εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
- μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
- πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον
- σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον
- κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
- ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ
- ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
- τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν
- οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
- εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη
- ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης
- ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,
- αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.
- εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
- ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,
- αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ
- λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·
- τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος
- Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
- ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
- στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,
- οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
- Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
- ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων
- τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·
- νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,
- ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
- οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·
- ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
- ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
- ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
- ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
- ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,
- ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα
- σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.
- ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
- ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω
- καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
- ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
- δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους
- ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,
- οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.
- στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·
- ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν
- Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε
- Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες
- πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε
- γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
- τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς
- τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,
- κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·
- ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν
- ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις
- ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·
- τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,
- τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
- εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,
- τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι
- δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.
- ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.
- Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης
- δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς
- ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους
- βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι
- τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
- ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
- Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
- Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε
- Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·
- τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
- κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·
- οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
- ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,
- ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
- προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.
- τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
- λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
- τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω
- ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.
- ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
- Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,
- ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς
- ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
- ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν
- δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
- νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο
- νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.
- καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
- ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ
- ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
- οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,
- ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,
- ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,
- καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
- Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
- ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
- ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
- δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
- λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
- ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
- ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·
- ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ
- Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
- ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·
- πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
- τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
- Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
- τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,
- ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;
- Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
- ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
- βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι
- ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
- τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ
- ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
- φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι
- λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
- χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,
- ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·
- μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
- Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
- ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
- νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν
- Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
- ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
- μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν
- Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο
- τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
- ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν
- καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς
- ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·
- ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
- ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας
- οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
- ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
- ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
- Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
- δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
- Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
- ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
- τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου
- πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
- ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
- πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
- ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
- αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν
- Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
- κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ
- τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
- θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
- ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
- Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
- τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν
- Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
- οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,
- τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη
- αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
- Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·
- ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
- ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
- χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
- Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς
- Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.
- ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
- Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
- Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
- κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων
- Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
- κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
- κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·
- τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
- Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
- Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
- κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
- πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·
- ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι
- νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.
- ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα
- ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·
- Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
- αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
- Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
- ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
- Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·
- τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι
- Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.
- ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·
- οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
- ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
- υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
- τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,
- στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
- καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν
- ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,
- ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,
- καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
- τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,
- ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·
- ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ
- ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.
- Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·
- οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
- οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
- ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
- ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
- δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον
- νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
- καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
- παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
- ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
- ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
- οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·
- ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι
- ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
- οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
- εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ
- ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης
- γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο
- ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
- πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον
- ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
- ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην
- ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε
- Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο
- ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
- τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
- νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
- ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
- τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
- ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
- γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου
- χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
- ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
- ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
- λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·
- δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι
- κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ
- πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·
- ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
- εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
- Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
- νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει
- ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη
- τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·
- τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
- ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι
- ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
- πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων
- τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ
- τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
- ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
- ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·
- πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
- ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
- δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
- μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
- οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες
- νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
- ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
- ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
- νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα
- πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
- εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
- ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
- ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·
- ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι
- πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.
- ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.
- ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς
- χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·
- ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
- κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
- ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.
- ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
- πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
- πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·
- τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
- ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,
- ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ
- ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,
- ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
- οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι
- θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
- ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη
- ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.
- μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
- κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
- ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
- θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;
- ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;
- οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
- πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
- ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
- Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.
- ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;
- σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,
- ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
- νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω
- κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται
- δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·
- ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
- τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
- ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
- τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου
- ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·
- ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,
- ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.
- ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·
- οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ
- ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.
- ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
- Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·
- στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·
- Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
- ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;
- οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
- μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ
- αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
- τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·
- Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος
- ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
- εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος
- ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
- ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
- δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.
- ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας
- καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
- Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,
- αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
- Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
- ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο
- ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
- τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ
- σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
- τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
- τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
- αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.
- τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
- ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
- αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους
- νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι
- αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ
- ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
- αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
- Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
- ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
- Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
- πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
- νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν
- Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
- ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
- Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε
- ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι
- ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,
- νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
- τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
- Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.
- ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
- ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
- ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
- νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
- ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
- κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
- ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,
- ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
- νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.
- Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
- πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
- οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
- ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
- καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην
- εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,
- οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·
- τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
- Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,
- Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ
- κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
- ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
- κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
- ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
- θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
- αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
- ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
- ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
- οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
- ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.
- ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
- Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
- ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
- ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
- ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
- δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
- πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
- ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·
- εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
- σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
- ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
- τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
- ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
- τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
- Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη
- δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·
- τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
- Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
- ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει
- χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
- ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
- ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
- ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
- καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,
- ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
- ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·
- τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
- βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
- ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
- ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
- δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·
- τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
- ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
- δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος
- νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
- Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
- Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
- ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·
- τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
- Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
- οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε
- μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας
- νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον
- ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.
- ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
- καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν
- μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
- ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,
- νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.
- πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
- βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
- ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
- αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.
- Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ
- υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·
- τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
- ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
- Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
- βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
- ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
- Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
- δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·
- αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε
- Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·
- πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
- ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
- εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
- καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
- αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·
- τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας
- ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
- ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.
- καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
- κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·
- μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·
- γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.
- ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους
- νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
- οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
- Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
- τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·
- ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
- γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
- τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ
- ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·
- ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
- ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
- ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
- χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,
- οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν
- Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
- εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
- Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
- λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.
- ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·
- ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.
- Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,
- ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·
- ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.
- ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
- αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,
- ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·
- καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
- σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
- ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,
- ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
- εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
- βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
- ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,
- οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
- πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
- ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
- ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
- καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
- ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
- ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
- ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
- ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
- πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·
- Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε
- νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
- μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
- ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
- ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,
- πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν
- ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
- ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
- θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ
- ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.
- ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
- πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
- εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.