Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
- ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
- δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ
- γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
- ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
- Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
- ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν
- Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα
- υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
- Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
- τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
- τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,
- ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ
- καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
- ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
- αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
- αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος
- ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
- πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·
- εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος