Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
  2. λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς
  3. Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
  4. τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
  5. νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
  6. τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
  7. οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
  8. Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·
  9. φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
  10. ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
  11. ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,
  12. ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
  13. ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
  14. ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.
  15. ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
  16. ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.
  17. τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  18. Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
  19. οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς
  20. ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.