Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
  2. ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
  3. ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.
  4. ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
  5. ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.
  6. τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  7. Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
  8. οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς
  9. ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
  10. φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
  11. ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
  12. δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ
  13. γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
  14. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
  15. Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
  16. ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν
  17. Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα
  18. υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
  19. Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
  20. τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
  21. τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,
  22. ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ
  23. καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
  24. ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
  25. αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
  26. αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος
  27. ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
  28. πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·
  29. εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
  30. πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·
  31. οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
  32. ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
  33. ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
  34. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
  35. πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
  36. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
  37. ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν
  38. ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
  39. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
  40. Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·
  41. Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·
  42. Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,
  43. Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·
  44. Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν
  45. οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε
  46. δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν
  47. ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  48. πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·
  49. οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
  50. ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.
  1. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
  2. φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
  3. οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες
  4. χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς
  5. Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,
  6. στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
  7. τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
  8. Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·
  9. Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι
  10. εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων
  11. αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.
  12. τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,
  13. δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·
  14. ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη
  15. Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.
  16. οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς
  17. πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.
  18. ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
  19. ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
  20. χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν
  21. ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  22. λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι
  23. ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται
  24. γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει
  25. ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,
  26. τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
  27. πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,
  28. καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.
  29. τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
  30. Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
  31. τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,
  32. ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
  33. ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.
  34. ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
  35. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  36. ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
  37. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  38. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
  39. σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
  40. κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·
  41. μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
  42. πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,
  43. ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
  44. τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
  45. αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
  46. τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
  47. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
  48. καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  49. εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη
  50. ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,
  51. τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
  52. αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
  53. ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
  54. ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
  55. Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,
  56. ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
  57. ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
  58. παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,
  59. Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
  60. αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων
  61. αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
  62. αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
  63. φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
  64. Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον
  65. Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
  66. Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς
  67. τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
  68. τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
  69. ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
  70. αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ
  71. Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
  72. τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον
  73. ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω
  74. πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
  75. ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,
  76. ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
  77. λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
  78. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
  79. βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
  80. ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν
  81. γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
  82. ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,
  83. ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·
  84. ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν
  85. ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες
  86. πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
  87. ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
  88. δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
  89. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  90. Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·
  91. ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.
  92. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·
  93. μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ
  94. οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
  95. ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·
  96. ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
  97. οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι
  98. πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
  99. οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.
  100. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,
  101. ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε
  102. χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν
  103. ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·
  104. νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·
  105. ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες
  106. ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει
  107. οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
  108. κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
  109. τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
  110. ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·
  111. υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
  112. Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.
  113. ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
  114. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  115. μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες
  116. τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
  117. εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
  118. κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.
  119. ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
  120. ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
  121. ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
  122. πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
  123. εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
  124. ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
  125. τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,
  126. ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
  127. χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·
  128. μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως
  129. οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.
  130. οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη
  131. ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
  132. ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
  133. ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,
  134. αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
  135. αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
  136. λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
  137. μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.
  138. τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
  139. ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
  140. ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ
  141. πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.
  142. ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
  143. Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
  144. Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
  145. καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  146. Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·
  147. αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,
  148. ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
  149. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
  150. ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.
  151. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
  152. εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
  153. ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
  154. τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο
  155. στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
  156. ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
  157. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
  158. βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
  159. πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
  160. παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
  161. ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
  162. εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,
  163. φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  164. μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
  165. μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι
  166. καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ
  167. ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
  168. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
  169. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
  170. ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
  171. ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
  172. ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
  173. ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
  174. ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
  175. ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
  176. παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
  177. ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
  178. εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,
  179. ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
  180. ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε
  181. χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
  182. καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ
  183. ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
  184. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
  185. ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
  186. εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
  187. τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
  188. Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
  189. τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  190. ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
  191. παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,
  192. Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·
  193. γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
  194. τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
  195. καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
  196. χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
  197. θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
  198. ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
  199. οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
  200. τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·
  201. οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
  202. τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
  203. ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
  204. οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
  205. τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  206. Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
  207. ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
  208. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
  209. ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
  210. νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
  211. ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
  212. ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
  213. αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
  214. Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
  215. Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει
  216. ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
  217. ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
  218. ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
  219. δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
  220. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
  221. ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·
  222. ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
  223. οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
  224. ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
  225. οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
  226. ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
  227. ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
  228. χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
  229. ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,
  230. τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·
  231. σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
  232. τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ
  233. φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
  234. κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
  235. ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
  236. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
  237. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
  238. ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
  239. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  240. ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,
  241. ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
  242. παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
  243. ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
  244. Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων
  245. ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;
  246. τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
  247. τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;
  248. οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
  249. οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
  250. χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;
  251. καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο
  252. ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.
  253. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
  254. θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων
  255. ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
  256. Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
  257. ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
  258. ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
  259. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·
  260. αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
  261. πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.
  262. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
  263. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  264. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  265. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  266. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  267. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  268. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  269. ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα
  270. ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  271. οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
  272. ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·
  273. τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
  274. εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
  275. τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
  276. εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·
  277. ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
  278. νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
  279. αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν
  280. τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
  281. τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
  282. Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
  283. ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
  284. νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
  285. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  286. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,
  287. οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
  288. Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
  289. χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.
  290. ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
  291. Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,
  292. ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
  293. Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
  294. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
  295. πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·
  296. αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,
  297. στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
  298. δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα
  299. θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
  300. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  301. οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
  302. Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ
  303. ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
  304. Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
  305. ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
  306. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
  307. μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων
  308. εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν
  309. δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς
  310. Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·
  311. τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
  312. Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ
  313. ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ
  314. θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
  315. ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,
  316. πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
  317. ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
  318. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,
  319. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
  320. αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
  321. σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
  322. ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
  323. οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν
  324. θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
  325. ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
  326. ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
  327. ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
  328. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
  329. Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
  330. τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
  331. τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
  332. Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
  333. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
  334. ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
  335. ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
  336. γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
  337. Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
  338. υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
  339. Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
  340. πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
  341. Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
  342. φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
  343. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ
  344. τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
  345. ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
  346. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
  347. νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·
  348. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
  349. αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
  350. γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
  351. ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
  352. ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
  353. κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ
  354. πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
  355. ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
  356. ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
  357. ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
  358. μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ
  359. γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
  360. τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων
  361. αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
  362. ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
  363. ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
  364. ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
  365. ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
  366. σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
  367. ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
  368. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  369. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
  370. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
  371. εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
  372. Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
  373. ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
  374. εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,
  375. τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
  376. μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
  377. ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,
  378. ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
  379. Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
  380. μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
  381. οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
  382. νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ
  383. ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·
  384. ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
  385. ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
  386. ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,
  387. οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
  388. μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο
  389. ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
  390. Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
  391. τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
  392. τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
  393. ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ
  394. φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.
  395. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
  396. Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
  397. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  398. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  399. Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης
  400. ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
  401. ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
  402. σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
  403. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
  404. παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
  405. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
  406. Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο
  407. παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
  408. οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
  409. ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
  410. ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
  411. τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
  412. εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
  413. ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
  414. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
  415. Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
  416. τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
  417. οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
  418. οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
  419. ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
  420. πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
  421. δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
  422. Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
  423. ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
  424. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  425. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  426. μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
  427. ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
  428. τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
  429. ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
  430. τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
  431. Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ
  432. ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
  433. τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
  434. ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  435. νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
  436. Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
  437. Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
  438. Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
  439. ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
  440. τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ
  441. ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
  442. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
  443. τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  444. ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
  445. καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
  446. Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
  447. ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·
  448. τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
  449. Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
  450. ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
  451. αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
  452. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  453. κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα
  454. Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
  455. τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
  456. πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
  457. ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
  458. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
  459. αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
  460. εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
  461. ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν
  462. Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
  463. ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
  464. ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
  465. ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
  466. Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
  467. ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
  468. δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
  469. νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
  470. πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
  471. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
  472. ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
  473. κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
  474. αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
  475. μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
  476. μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
  477. νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
  478. ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
  479. αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
  480. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
  481. ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  482. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  483. βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.
  484. Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
  485. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  486. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  487. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς
  488. νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
  489. ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
  490. ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
  491. ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
  492. ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
  493. ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.
  494. ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων
  495. βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
  496. τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
  497. τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
  498. καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
  499. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
  500. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  501. Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
  502. αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι
  503. ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
  504. ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
  505. ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
  506. ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
  507. Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
  508. οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
  509. ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
  510. ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.
  511. βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
  512. ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
  513. ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.
  514. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  515. ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
  516. ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα
  517. ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·
  518. Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε
  519. Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
  520. τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη
  521. Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
  522. εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
  523. αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
  524. δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
  525. τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
  526. Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
  527. Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
  528. ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
  529. ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
  530. τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς
  531. ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
  532. ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
  533. ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·
  534. ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.
  535. τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
  536. κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,