Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
  2. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
  3. βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων
  4. δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
  5. εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι
  6. ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
  7. Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
  8. δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
  9. κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,
  10. ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.
  11. ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
  12. Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  13. οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
  14. ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·
  15. οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο
  16. οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·
  17. οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι
  18. ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,
  19. ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ
  20. δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.