Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ
  2. ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,
  3. τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,
  4. ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·
  5. τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,
  6. ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
  7. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  8. τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας
  9. χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
  10. πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας
  11. στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,
  12. στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.
  13. ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς
  14. πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ
  15. ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται
  16. ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,
  17. ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·
  18. χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη
  19. καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
  20. οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν