Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
  2. ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
  3. τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
  4. ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι
  5. θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
  6. Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  7. τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
  8. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  9. τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
  10. δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
  11. ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων
  12. μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
  13. πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
  14. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  15. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  16. ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
  17. οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.