Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
  2. πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
  3. ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
  4. διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
  5. ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
  6. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  7. βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον
  8. μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
  9. νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
  10. Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
  11. πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
  12. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
  13. πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες
  14. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ
  15. εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
  16. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
  17. αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·