Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
- ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
- καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
- μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
- μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
- οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
- μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
- ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
- Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
- χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
- τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
- οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
- τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
- καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
- Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
- τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
- οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
- ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
- Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
- Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
- Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
- τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
- αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε
- μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
- εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
- νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
- ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
- δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,
- Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
- φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
- θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
- αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
- ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
- μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
- νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
- ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
- οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
- νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.
- ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
- ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
- ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
- ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
- ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
- πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
- ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
- λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
- ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
- τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
- αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
- Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
- καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
- ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
- ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
- καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
- οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι
- κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
- φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
- ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
- ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
- νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·
- ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
- σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
- Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
- ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
- ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
- ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
- ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ
- ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
- ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
- ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
- ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
- κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
- στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν
- νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
- ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
- ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
- καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
- ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με
- ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
- Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
- κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
- Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
- καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
- ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
- ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
- ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
- ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως
- ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
- ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
- βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
- οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
- οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
- Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
- Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
- ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
- κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
- αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
- ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
- ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
- τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ
- νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς
- ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
- χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
- ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
- Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
- Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
- τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος
- νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
- κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
- Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
- Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
- σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
- ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
- νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
- Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
- ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
- Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
- ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
- ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
- ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
- ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
- τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
- κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
- ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
- Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
- καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
- υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
- βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
- ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
- Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
- ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
- ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
- τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
- ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
- ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
- εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
- ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
- Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·
- Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
- οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
- τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
- γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
- οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
- εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
- μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
- νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
- ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
- ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
- τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
- Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
- ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
- ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
- ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
- σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
- συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
- νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
- ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
- Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
- δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
- βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
- χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
- δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
- ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
- Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
- ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
- οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
- Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
- τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
- ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
- ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
- ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
- τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
- Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
- ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
- οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
- ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
- τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
- ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
- Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
- ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
- τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
- καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
- τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
- καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
- πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
- οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
- ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
- ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
- ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
- λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
- τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
- εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
- ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
- ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
- τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
- οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
- ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
- ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
- κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
- τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
- ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
- ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
- οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
- εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
- οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
- ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
- πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
- ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
- ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
- ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
- ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
- βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
- οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
- τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
- ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
- τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
- ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
- ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
- τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
- ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
- τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
- Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
- ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
- ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
- δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
- τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
- Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
- τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
- οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
- Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
- αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
- κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
- νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
- ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
- ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
- ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
- χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
- οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
- ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
- νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
- εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
- ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
- οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
- αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
- κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
- τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
- ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
- ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
- οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
- ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
- ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
- ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
- μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν
- αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
- θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
- ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
- ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
- τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
- ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
- Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
- κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
- ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
- ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
- Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
- λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
- Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
- ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
- ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
- τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
- λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
- τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
- πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
- ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
- ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
- Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
- πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
- ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
- ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
- Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
- ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
- τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
- δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
- Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
- καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
- χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
- δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
- Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
- εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
- Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
- καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
- δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
- Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
- Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
- ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
- ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
- ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
- ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
- πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
- αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
- Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
- λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
- ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
- ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
- ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
- ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
- βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
- ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
- οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
- ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
- δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
- χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
- αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
- ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
- ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
- Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
- Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
- Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
- τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
- δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
- τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
- καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
- ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
- ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
- ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
- Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
- οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
- εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
- γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
- ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
- Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
- ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
- ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
- τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
- Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
- νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
- Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
- ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
- ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
- ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
- ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
- πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
- τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
- ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
- κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
- γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
- τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
- θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
- οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
- ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
- ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
- ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
- χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
- δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
- δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
- ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
- ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
- Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
- Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
- τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
- δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
- ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
- ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
- Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
- Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
- Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
- σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
- ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
- ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
- ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
- βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
- ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
- οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
- γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
- ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
- γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
- τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
- βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
- ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
- ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
- ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
- χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
- ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
- θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
- ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
- Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
- Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
- Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
- τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
- δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
- Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
- ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
- καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
- εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
- αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
- πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
- Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
- Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
- οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
- λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
- πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
- ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
- ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
- οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
- μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
- σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
- ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
- Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
- ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
- Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
- ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
- αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
- ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
- Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
- ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
- ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
- Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
- ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
- ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
- οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
- οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
- τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
- τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
- τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
- Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
- ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
- υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
- ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
- οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
- υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
- ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
- ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
- ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
- οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
- Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
- ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
- αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
- Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
- ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
- αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
- ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
- ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
- ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
- οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
- τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
- οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
- ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
- λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
- ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
- καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
- Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
- οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
- ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
- τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
- κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
- Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
- παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
- οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
- εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
- Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
- Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
- οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
- στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
- σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
- ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
- ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον
- Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
- ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
- κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
- καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος
- ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·
- Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
- αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
- γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
- ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ
- ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες
- ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
- ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
- ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν
- ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
- Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
- Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
- ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
- μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
- τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
- Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
- βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
- ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
- τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
- ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
- Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
- θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
- ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
- θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
- πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
- ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
- πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
- Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
- τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
- ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
- χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
- καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
- αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
- σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
- Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
- ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
- σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
- Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
- Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
- οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
- ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
- ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
- ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
- ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
- μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
- ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
- ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
- ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
- πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
- ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
- τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
- λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
- Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
- ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
- ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
- Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
- ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
- οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
- μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
- νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
- πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
- ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
- Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
- ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
- οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
- Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
- φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
- πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
- μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
- τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
- ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
- ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
- συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
- αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
- ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
- Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
- ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
- ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
- ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
- ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
- πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
- Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
- καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
- ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
- ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
- θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
- κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
- τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
- ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
- ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
- ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
- τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
- ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
- τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
- ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
- ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
- ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
- πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
- νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
- ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
- τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
- νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
- τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
- ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
- ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
- Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
- ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
- λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
- ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
- ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
- ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
- ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
- ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
- θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
- τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
- ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
- ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
- Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
- σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
- ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
- οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
- ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
- Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
- Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
- πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
- ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
- ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
- ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
- γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
- αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
- οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
- ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
- Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
- ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
- ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
- ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
- πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
- τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
- ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
- ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
- ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
- λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
- ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
- οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
- οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
- οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
- οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
- ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
- Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
- ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
- δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
- μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
- οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
- Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
- ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
- Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
- εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
- Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
- οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
- τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
- ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
- ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
- ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
- ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
- ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
- καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
- αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
- πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
- Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
- οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
- παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
- ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
- ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
- ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
- αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
- πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
- δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
- χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
- μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
- ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
- αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
- αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
- ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
- κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
- οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
- πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
- αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος
- Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
- φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
- τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
- ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
- χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
- οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
- τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
- δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
- θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
- ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
- Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
- ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
- Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
- ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
- Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
- τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
- Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
- ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
- μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
- ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
- ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
- νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
- οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
- οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
- ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
- νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
- ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
- ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
- πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
- ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
- βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
- ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
- Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
- Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
- οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
- ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
- οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
- ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
- θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
- κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
- κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
- ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
- χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
- Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
- Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
- ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
- ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
- πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
- εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
- ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
- Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
- δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
- Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
- ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
- ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
- νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
- ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
- χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
- σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
- ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
- θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
- οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
- ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
- αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
- θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
- Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
- εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
- εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
- τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
- ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
- πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
- μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
- δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
- δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
- ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
- Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
- ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
- ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
- Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
- ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
- φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
- μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
- ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
- εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
- θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·
- αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
- ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
- κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
- χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.
- εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
- στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς
- τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε
- Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
- ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
- ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
- αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
- πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
- ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
- διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
- ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
- βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον
- μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
- νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
- Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
- πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
- Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
- πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες
- θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ
- εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
- οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
- αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·
- τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
- ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
- τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
- ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι
- θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
- Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
- τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
- ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
- τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
- δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
- ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων
- μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
- πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
- κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
- ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
- ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
- οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως
- Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
- τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν
- ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
- οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
- νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
- ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
- ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.
- ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα
- εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω
- δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,
- τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,
- ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ
- ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
- οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
- νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
- ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
- οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
- κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
- νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
- ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
- ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
- νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
- Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
- οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.
- βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
- οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
- σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς
- ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
- ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
- οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
- καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
- σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
- μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
- ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
- σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ
- τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
- νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
- ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
- νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
- Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
- ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ
- σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,
- ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
- ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
- ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
- νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
- νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι
- ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
- τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
- ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε
- πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
- οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
- πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
- Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
- πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
- οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
- Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς
- πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
- ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
- πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
- Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
- ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
- πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
- πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
- ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
- τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
- μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
- δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
- ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
- ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·
- ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
- θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
- βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
- οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
- ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
- δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
- γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
- δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
- ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
- σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
- ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
- εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς
- φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
- ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
- ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
- ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
- τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
- ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
- καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
- Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
- στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω
- τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
- αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
- Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
- ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
- μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη
- ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·
- ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
- ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
- εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
- ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε
- χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
- βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
- Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
- κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·
- ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
- ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
- λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ
- ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
- τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
- ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.
- τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
- πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
- καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
- ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη
- ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·
- χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
- ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
- ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
- τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
- κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων
- καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
- αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
- βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην
- τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·
- ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
- ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
- οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;
- τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
- Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
- αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
- εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
- τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
- δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
- δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.
- εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
- Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
- οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον
- δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
- γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
- τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
- ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
- εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
- εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
- εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,
- αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
- τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·
- οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·
- Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
- ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
- ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
- ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς
- πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.
- τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
- ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι
- ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.
- ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
- μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
- ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
- Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
- Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
- σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
- ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
- ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
- Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.
- ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,
- ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν
- πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.
- κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ
- αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
- δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
- χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις
- τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,
- τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
- τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·
- Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
- ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
- ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα
- Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·
- Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
- οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.
- ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
- ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
- ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
- ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
- νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
- ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
- καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας
- νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε
- ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
- ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,
- εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·
- τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.
- ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
- νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
- τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·
- Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
- ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
- ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
- ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
- δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
- ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·
- ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,
- χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,
- τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
- μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,
- ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
- Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
- ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας
- τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
- αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
- τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε
- ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
- Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
- Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου
- βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
- ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
- εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ
- μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·
- ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
- ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
- χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
- Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
- Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.
- ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
- οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
- εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
- στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;
- ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.
- τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
- ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,
- Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
- οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·
- τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
- ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
- εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
- ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
- ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
- νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,
- μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ
- οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
- νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
- οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
- θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
- οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
- ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·
- οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
- ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·
- οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
- ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·
- οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,
- ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
- ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·
- οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
- οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,
- ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
- τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
- αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
- εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
- Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·
- πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
- εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν
- πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
- ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
- ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
- ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
- Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·
- ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν
- ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
- χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,
- οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
- ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·
- τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
- λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον
- πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.
- τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο
- καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.
- ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
- ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·
- βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
- ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
- καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει