Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
  2. Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
  3. νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
  4. Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
  5. ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
  6. ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
  7. ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
  8. ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
  9. πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
  10. τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
  11. ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
  12. κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
  13. γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
  14. τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
  15. θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
  16. οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
  17. ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
  18. ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
  19. ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
  20. χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·