Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
  2. δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
  3. ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
  4. ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
  5. Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
  6. Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
  7. τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
  8. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
  9. ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
  10. ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
  11. Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
  12. Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
  13. Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
  14. σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
  15. ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
  16. ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
  17. ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
  18. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  19. βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
  20. ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ