Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
  2. ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
  3. ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
  4. πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
  5. ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
  6. ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
  7. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
  8. Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
  9. ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
  10. ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
  11. ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
  12. ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
  13. ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
  14. εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
  15. Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
  16. ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
  17. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
  18. εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
  19. ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
  20. οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι