Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
  2. θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
  3. τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
  4. βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
  5. νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
  6. Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
  7. αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
  8. ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
  9. κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
  10. οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
  11. ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
  12. αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
  13. ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
  14. ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
  15. ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
  16. ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
  17. τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
  18. τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
  19. χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
  20. εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι