Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
  2. ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
  3. παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
  4. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
  5. ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
  6. χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν
  7. χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
  8. κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
  9. ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;
  10. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
  11. μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
  12. ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
  13. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  14. μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
  15. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  16. τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
  17. οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
  18. τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
  19. οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
  20. τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.