Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον
  2. μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
  3. ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
  4. ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων
  5. δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
  6. ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
  7. πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
  8. ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
  9. μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
  10. πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
  11. ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
  12. ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
  13. ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
  14. ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
  15. ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
  16. ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
  17. πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
  18. Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
  19. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
  20. ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος