Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
  2. ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
  3. τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
  4. αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·
  5. Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
  6. ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
  7. ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
  8. καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας
  9. καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
  10. τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
  11. ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
  12. ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
  13. οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
  14. ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
  15. οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς
  16. ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
  17. ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
  18. αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε
  19. ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
  20. οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
  21. νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
  22. μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,
  23. ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
  24. ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·
  25. τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
  26. τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·
  27. τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
  28. πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο
  29. ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
  30. ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω
  31. ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
  32. ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
  33. τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,
  34. βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
  35. καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς
  36. ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
  37. αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·
  38. ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
  39. ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
  40. εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
  41. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
  42. ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
  43. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
  44. ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
  45. καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
  46. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
  47. βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
  48. στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
  49. Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
  50. ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
  51. κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
  52. ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
  53. εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
  54. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
  55. ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
  56. εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
  57. ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
  58. καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
  59. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
  60. αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
  61. Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
  62. ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
  63. αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
  64. αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
  65. ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
  66. καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·
  67. τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
  68. εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
  69. τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,
  70. οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
  71. ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
  72. σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
  73. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
  74. Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
  75. μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
  76. κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
  77. χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,
  78. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,
  79. θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε
  80. πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
  81. κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
  82. Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο
  83. ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
  84. ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
  85. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
  86. βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
  87. Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος
  88. αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,
  89. ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
  90. νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ
  91. πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
  92. Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
  93. ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
  94. τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
  95. τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ
  96. βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
  97. ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
  98. παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
  99. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
  100. ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
  101. χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν
  102. χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
  103. κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
  104. ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;
  105. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
  106. μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
  107. ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
  108. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  109. μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
  110. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  111. τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
  112. οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
  113. τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
  114. οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
  115. τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
  116. ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον
  117. μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
  118. ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
  119. ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων
  120. δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
  121. ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
  122. πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
  123. ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
  124. μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
  125. πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
  126. ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
  127. ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
  128. ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
  129. ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
  130. ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
  131. ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
  132. πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
  133. Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
  134. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
  135. ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
  136. Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
  137. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,
  138. ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
  139. κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,
  140. Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
  141. ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
  142. ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω
  143. ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,
  144. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
  145. τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
  146. ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
  147. χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
  148. ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
  149. αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
  150. δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες
  151. εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
  152. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
  153. εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
  154. ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
  155. βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες
  156. ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
  157. λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
  158. νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
  159. σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
  160. δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
  161. νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
  162. κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
  163. τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
  164. αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
  165. ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
  166. νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
  1. Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
  2. τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν
  3. νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
  4. νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
  5. Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
  6. γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
  7. ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
  8. οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
  9. ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
  10. οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
  11. καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
  12. ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
  13. Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
  14. φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
  15. ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς
  16. Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
  17. αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
  18. κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
  19. ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
  20. τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
  21. Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
  22. χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
  23. ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
  24. ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
  25. χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
  26. χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
  27. βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
  28. πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
  29. γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
  30. ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
  31. τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
  32. ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
  33. μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
  34. ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
  35. λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ
  36. ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
  37. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
  38. νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
  39. Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
  40. Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
  41. ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
  42. αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
  43. ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
  44. Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
  45. εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
  46. Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
  47. Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
  48. ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
  49. ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους
  50. Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
  51. ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
  52. τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
  53. ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
  54. Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
  55. σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
  56. αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
  57. τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν
  58. ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
  59. ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
  60. ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,
  61. γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
  62. αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
  63. ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
  64. ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
  65. ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
  66. τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
  67. αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
  68. Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
  69. μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
  70. οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
  71. ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
  72. ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
  73. καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  74. μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
  75. μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
  76. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
  77. οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
  78. μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
  79. ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
  80. Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
  81. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
  82. χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
  83. τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
  84. οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
  85. τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
  86. καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
  87. Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
  88. τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
  89. οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
  90. ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
  91. Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
  92. Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
  93. Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
  94. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  95. αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε
  96. μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
  97. εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
  98. νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
  99. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
  100. δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,
  101. Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
  102. φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
  103. θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
  104. αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
  105. ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
  106. μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
  107. νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
  108. ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
  109. οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
  110. νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.
  111. ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
  112. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  113. οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
  114. ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
  115. ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
  116. ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
  117. πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
  118. ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
  119. λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
  120. ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
  121. τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
  122. αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
  123. Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
  124. καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
  125. ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
  126. ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
  127. καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
  128. οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι
  129. κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
  130. φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·